-
81 ἀριθμός
ᾰριθμός (-οῦ, -όν)1 numberἐπεὶ ψάμμος ἀρᾰθμὸν περιπέφευγεν O. 2.98
ὡς μὰν σαφὲς οὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθμόν O. 13.46
τὰ δ' οἴκοι μάσσον ἀριθμοῦ N. 2.23
μὴ πρεσβυτέραν ἀριθμοῦ δίωκε, θυμέ, πρᾶξιν i. e. a conduct older than the number of your years: of an older man fr. 127. -
82 ἅρμα
1 chariot ἅρμα θοὸν τάνυεν sc. Poseidon O. 8.49τίς ἔλαχε στέφανον χείρεσσι ποσίν τε καὶ ἅρματι O. 10.62
εὔδοξον ἅρματι νίκαν P. 6.17
Νεστόρειον γὰρ ἵππος ἅρμ' ἐπέδα P. 6.32
τὰ μὲν ἐν ἅρμασι καλλίνικοι πάλαι P. 11.46
ἅρμα δ' ὀτρύνει Χρομίου Νεμέα τ ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος N. 1.7
τὸ κρατήσιππον γὰρ ἐς ἅρμ' ἀναβαίνων N. 9.4
νέαισί θ' ἑορταῖς ἰσχύος τ ἀνδρῶν ἁμίλλαις ἅρμασί τε γλαφυροῖς ἄμφαινε κυδαίνων πόλιν (sc. Ἄδραστος) N. 9.12ἀλλ' ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας I. 1.14
ἄμμι δ' ἔοικε Κρόνου σεισίχθον υἱὸν γείτον ἀμειβομένοις εὐεργέταν ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι i. e. Poseidon I. 1.54ἴστε μὰν Κλεωνύμου δόξαν παλαιὰν ἅρμασιν I. 3.16
( φάμα):ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν I. 4.25
ἐριζόμεναι νᾶες ἐν πόντῳ καὶ λτ;ὑφγτ; ἅρμασιν ἵπποι I. 5.5
ἅρμα Θηβαῖον (sc. ἐξοχώτατόν ἐστι) fr. 106. 5. παρὰ Λύδιον ἅρμα πεζὸς οἰχνέων fr. 206. ὑφ' ἅρμασιν ἵππος fr. 234. pl. pro sing., “ ἐμὲ δ' ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων ἐς Ἆλιν” O. 1.77Ἱέρωνος ὑπὲρ καλλινίκου ἅρμασι P. 1.33
ξεστὸν ὅταν δίφρον ἔν θἅρματα πεισιχάλινα καταζευγνύῃ σθένος ἵππιον ( ἔν τ' ἄρματα v. l.) P. 2.11χαμαὶ καταβαὶς ἀφ' ἁρμάτων N. 6.51
ἐπεὶ τετραόροισιν ὥθ' ἁρμάτων ζυγοῖς ἐν τεμένεσσι δόμον ἔχει τεοῖς (ὡς ἐπὶ τῶν ἁρμάτων ὁ ῥυμὸς μέσος ἐστίν, οὕτως ὁ Σωγένους οἶκος ἐξ ἀμφοτέρων τῶν χειρῶν ἔχων τὰ σὰ τεμένη, μέσος ἐστίν. Σ.) N. 7.93 met., chariot of the Muses, i. e. song,ἔτι γλυκυτέραν κεν ἔλπομαι σὺν ἅρματι θοῷ κλείζειν O. 1.110
Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριν, τόδ' ἔζευξεν ἅρμα Πιερίδων τετράορον P. 10.65
ἔσσυταί τε Μοισαῖον ἅρμα Νικοκλέος μνᾶμα πυγμάχου κελαδῆσαι I. 8.61
πο] τανὸν ἅρμα Μοισα[ Πα. 7B. 13. -
83 ἀστήρ
1 starἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος ἐξικόμαν κε P. 3.75
ὁ μὰν πλοῦτος, ἀστὴρ ἀρίζηλος O. 2.55
-
84 ἀτέκμαρτος
1 obscure, unpredictable τὰ δ' εἰς ἐνιαυτὸν ἀτέκμαρτον προνοῆσαι pr. P. 10.63 n. pl. pro adv., ἐπὶ μὰν βαίνει τι καὶ λάθας ἀτέκμαρτα νέφος (Er. Schmid: ἀτέκμαρτον codd.) O. 7.45 -
85 Ἄτλας
Ἄτλας a Titan.1καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ προσπαλαίει P. 4.289
-
86 ἄτρωτος
ἄτρωτος, -ον1 unscathedἀλλὰ σὺν δόξᾳ τέλος δωδεκάμηνον περᾶσαί νιν ἀτρώτῳ κραδίᾳ N. 11.10
ἄτρωτοί γε μὰν παῖδες θεῶν I. 3.18
-
87 αὐτός
1 emphatic adj., himself, herselfa nom.,Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας ἔδεκτο O. 2.48
ἐπεὶ πολιᾶς εἶπέ τιν' αὐτὸς ὁρᾶν O. 7.62
αὐτὸς ὑπαντίασεν, Τυροῦς ἐρασιπλοκάμου γενεά P. 4.135
ἀπαθὴς δ' αὐτὸς πρὸς ἀστῶν P. 4.297
χαίρων δὲ καὶ αὐτὸς Ἀλκμᾶνα στεφάνοισι βάλλω P. 8.56
δέος πλᾶξε γυναῖκας · καὶ γὰρ αὐτὰ ὅμως ἄμυνεν N. 1.50
τὰ δ' αὐτὸς ἀντιτύχῃ, ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι N. 4.91
ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν N. 6.54
“εἰ μὲν αὐτὸς Οὔλυμπον θέλεις λτ;ναίειν>” N. 10.84 τετράτῳ δ' αὐτὸς ἐπεδάθη fr. 135.b c. subs.αὐτὰ δέ σφισιν ὤπασε τέχναν Γλαυκῶπις O. 7.50
οἱ αὐτὰ Ζηνὸς παῖς ἔπορεν O. 13.76
Ἰάσων αὐτὸς P. 4.169
Αἰήτᾳ παρ' αὐτῷ P. 4.213
θάνεν μὲν αὐτὸς ἥρως Ἀτρείδας P. 11.31
ἀγάλματ' ἐπ αὐτᾶς βαθμίδος ἑσταότ N. 5.1
ἀνὰ δ' αὐλὸν ἐπ αὐτὰν ὄρσομεν ἱππίων ἀέθλων κορυφάν (Ceporinus: αὐτὸν codd.) N. 9.8c c. pron.κατὰ γαἶ αὐτόν τε νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν O. 6.14
δέξαι στεφάνωμα τόδ' ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ αὐτόν τέ νιν P. 12.6
d c. reflex. pron. [κόρῳ δ' ἕλεν ἄταν ὑπέροπλον, τάν οἱ πάτηρ ὕπερ κρέμασε καρτερὸν αὐτῷ λίθον (codd.: ἅν τοι Fennel: ἅν οἱ Hermann) O. 1.57] ἀλλαλοφόνους ἐπάξαντο λόγχας ἐνὶ σφίσιν αὐτοῖς (v. Trypho, fr. 34 de Velsen; Schwyz. 2. 198 (θ)) fr. 163.2 reflex. pron.ὃν πατὴρ ἔχει μέγας ἑτοῖμον αὐτῷ πάρεδρον O. 2.76
καὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ O. 13.53
χρὴ δὲ κατ' αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον P. 2.34
διδοῖ ψᾶφον περ' αὐτᾶς (sc. δρῦς) P. 4.265 “ ταὶ δ' ἐπιγουνίδιον θαησάμεναι βρέφος αὐταῖς” ( αὐγαῖς coni. Bergk e Σ paraphr.) P. 9.62 τὸ σὸν αὐτοῦ μέλι γλάζεις (Wil.: τὸ σαυτοῦ, τοσαῦτα codd. Theocriti: τὸ σαυτῷ Ahrens) fr. 97.3 him, her, it pers. pron.ἄταν ἅν τοι πατὴρ ὕπερ κρέμασε καρτερὸν αὐτῷ λίθον O. 1.57
ὁ δ' αὐτῷ πὰρ ποδὶ σχεδὸν φάνη O. 1.73
ἤδη γὰρ αὐτῷ διχόμηνις ὅλον ὀφθαλμὸν ἀντέφλεξε Μήνα O. 3.19
ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἀελίου O. 3.24
ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις O. 3.40
χρὴ τοίνυν πύλας ὕμνων ἀναπιτνάμεν αὐταῖς O. 6.27
δύο δὲ γλαυκῶπες αὐτὸν ἐθρέψαντο δράκοντες O. 6.45
Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν πατρός O. 6.49
νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων (sc. ἐστί) O. 8.65αὐτούς τ' ἀέξοι καὶ πόλιν O. 8.88
σύνδικος δ' αὐτῷ Ἰολάου τύμβος O. 9.98
γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθ O. 10.3
Τιρύνθιον ἔπερσαν αὐτῷ στρατὸν O. 10.32
δύο δ' αὐτὸν ἔρεψαν πλόκοι σελίνων O. 13.32
τὰ δ' Ὀλυμπίᾳ αὐτῶν ἔοικεν ἤδη πάροιθε λελέχθαι O. 13.101
Σικελία τ' αὐτοῦ πιέζει στέρνα P. 1.19
δόλον αὐτῷ θέσαν Ζηνὸς παλάμαι P. 2.39
καιομένα δ' αὐτῷ διέφαινε πυρά P. 3.44
“ πεύθομαι δ' αὐτὰν ἐναλίαν βᾶμεν” P. 4.38ἀπὸ δ' αὐτὸν ἐγὼ Μοίσαισι δώσω P. 4.67
ἐκ δ' ἄῤ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων P. 4.121
αὐτοὺς Ἰάσων δέγμενος P. 4.128
“τὰ μὲν λῦσον, ἄμμιν μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν” P. 4.155κάρυξε δ' αὐτοῖς P. 4.200
τελευτὰν κεῖνος αὐταῖς ἡμιθέων πλόος ἄγαγεν P. 4.210
Ἑλλὰς αὐτὰν ἐν φρασὶ καιομέναν δονέοι P. 4.218
κλέψεν τε Μήδειαν σὺν αὐτᾷ (αὐτῷ Σ̆{γρ}. σὺν τῇ Μηδείᾳ θελούσῃ καὶ ἐνεργούσῃ) P. 4.250 πότμου παραδόντος αὐτόν (sc. πλοῦτον) P. 5.3ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε P. 9.118
ὁ Παρνάσσιος αὐτὸν μυχὸςἀνέειπεν P. 10.8
ὁχάλκεος οὐρανὸς οὔ ποτ' ἀμβατὸς αὐτῷ (Tricl. e Σ: αὐτοῖς codd.) P. 10.27ἔνεπεν· αὐτὸν μὰν σεμνὸν αἰνήσειν νόμον N. 1.69
δῶρα καὶ κράτος ἐξέφαναν ἐγ γένος αὐτῷ N. 4.68
πέταται δ' ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν ὄνυμ αὐτῶν N. 6.49
εἰ δ' αὐτὸ καὶ θεὸς ἀνέχοι (i. e. τὸ τῆς γειτνιάσεως ἀγαθόν) N. 7.89θεὸς ἔντυεν αὐτοῦ θυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν Ἐνυαλίου N. 9.36
νίκαν, τὰν λτ;γτ;ενοκράτει Ποσειδάων ὀπάσαις, Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ πέμπεν ἀναδεῖσθαι σελίνων I. 2.15
ἐπεί τοι οὐκ ἐλινύσοντας αὐτοὺς ἐργασάμαν I. 2.46
αὐτοῦ πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν I. 4.37
ἄνδωκε δ' αὐτῷ φέρτατος οἰνοδόκον φιάλαν I. 6.39
ἦ γὰρ [α]ὐτῶν μετάστασιν ἄκραν[θῆ]κε (Π̆{S}: ἀνδρ[ῶν] Π̆{ac}) Δ. 4. 40. τρεχέτω δὲ μετὰ Πληιόναν, ἅμα δ' αὐτῷ κύων fr. 74. φοινικορόδοις δἐνὶ λειμώνεσσι προάστιον αὐτῶν Θρ.. 3. κατὰ μὲν φίλα τέκν' ἔπεφνεν δώδεκ, αὐτὸν δὲ τρίτον fr. 171. ἁ Μειδύλου δ' αὐτῷ γενεά fr. 190. ]τ' ἐς αὐτόν[ Δ. 4f. 6.4 ὁ αὐτός v. ὁ C. 7. -
88 Ἀχιλλεύς
ᾰχιλλεύς, Ἀχῐλεύς (Ἀχιλλεῖ, -ῆα, -έα; Ἀχιλεύς, -έος, -εῖ) son of Peleus and Thetis, killed by Apollo.1Ἀχιλλέα τ' ἔνεικ μάτηρ O. 2.79
ἔστα σὺν Ἀχιλλεῖ μόνος sc. Patroklos O. 9.71Ἴλᾳ φερέτω χάριν Ἁγησίδαμος, ὡς Ἀχιλεῖ Πάτροκλος O. 10.19
σὺν Αἰακῷ Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τ' Ἀχιλλεῖ P. 8.100
ξανθὸς δ' Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις, παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα N. 3.43
ἐν δ' Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺς νᾶσον (sc. ἔχει. ἔστι δέ τις Λευκὴ νῆσος, εἰς ἣν δοκεῖ τὸ Ἀχιλλέως σῶμα ὑπὸ Θέτιδος μετακεκομίσθαι. Σ.) N. 4.49 βαρὺ δέ σφιν (sc. τοῖς Αἰθιόπεσσι) νεῖκος Ἀχιλεὺς ἔμπεσε (Hermann metri gr.: ἔμπεσ' Ἀχιλ(λ) εὺς codd.) N. 6.50 κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ (sc. Αἴαντα) N. 7.27 ἦ μὰν ἀνόμοιά γε ἕλκεα ῥῆξαν τὰ μὲν ἀμφ' Ἀχιλεῖ νεοκτόνῳ sc. Odysseus and Aias N. 8.30καὶ νεαρὰν ἔδειξαν σοφῶν στόματ' ἀπείροισιν ἀρετὰν Ἀχιλέος I. 8.48
οἶς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν I. 8.55
]τ' Ἀχιλλῆα[ Πα. 13g. 2. cf. s. v. Πηλείδας; v. N. 3.43f., O. 2.79f. -
89 Ἀχιλεύς
ᾰχιλλεύς, Ἀχῐλεύς (Ἀχιλλεῖ, -ῆα, -έα; Ἀχιλεύς, -έος, -εῖ) son of Peleus and Thetis, killed by Apollo.1Ἀχιλλέα τ' ἔνεικ μάτηρ O. 2.79
ἔστα σὺν Ἀχιλλεῖ μόνος sc. Patroklos O. 9.71Ἴλᾳ φερέτω χάριν Ἁγησίδαμος, ὡς Ἀχιλεῖ Πάτροκλος O. 10.19
σὺν Αἰακῷ Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τ' Ἀχιλλεῖ P. 8.100
ξανθὸς δ' Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις, παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα N. 3.43
ἐν δ' Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺς νᾶσον (sc. ἔχει. ἔστι δέ τις Λευκὴ νῆσος, εἰς ἣν δοκεῖ τὸ Ἀχιλλέως σῶμα ὑπὸ Θέτιδος μετακεκομίσθαι. Σ.) N. 4.49 βαρὺ δέ σφιν (sc. τοῖς Αἰθιόπεσσι) νεῖκος Ἀχιλεὺς ἔμπεσε (Hermann metri gr.: ἔμπεσ' Ἀχιλ(λ) εὺς codd.) N. 6.50 κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ (sc. Αἴαντα) N. 7.27 ἦ μὰν ἀνόμοιά γε ἕλκεα ῥῆξαν τὰ μὲν ἀμφ' Ἀχιλεῖ νεοκτόνῳ sc. Odysseus and Aias N. 8.30καὶ νεαρὰν ἔδειξαν σοφῶν στόματ' ἀπείροισιν ἀρετὰν Ἀχιλέος I. 8.48
οἶς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν I. 8.55
]τ' Ἀχιλλῆα[ Πα. 13g. 2. cf. s. v. Πηλείδας; v. N. 3.43f., O. 2.79f. -
90 βαίνω
βαίνω (βαίνει; -ων, -οισα, -ον: impf. ἔβαινον, -ε: aor. 2, intrans. ἔβᾶν, -ᾶ, -ᾰν; βάντες; βᾶμεν: pf. βέβᾶκεν: aor. 1 subj., trans. βάσομεν)1 come, goa abs. “ πεύθομαι δ' αὐτὰν (= βώλακα) κατακλυσθεῖσαν ἐκ δούρατος ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ ἑσπέρας ὑγρῷ πελάγει σπομέναν” P. 4.39ταχέες ἔβαν P. 4.180
ἀκλεὴς δ' ἔβα fr. 105b. 3.Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼν Ὀλιγαιθίδαισίν τ' ἔβαν ἐπίκουρος O. 13.97
Θεανδρίδαισι δ' ἀεξιγυίων ἀέθλων κάρυξ ἑτοῖμος ἔβαν N. 4.74
ἄγγελος ἔβαν, πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων εὖχος N. 6.57
b followed by subs. with local suffix.Ἀμύκλαθεν γὰρ ἔβα N. 11.34
ὅσοι Τροίανδ' ἔβαν I. 4.36
ὃς Οὔλυμπόνδ' ἔβα I. 4.55
c c. prep.,Iἐπί, ἄλλα δ' ἐπ ἄλλον ἔβαν ἀγαθῶν O. 8.12
καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν ἐργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί I. 4.41
ἁλὸς ἐπὶ κῦμα βάντες ἦλθον ἄγγελοι Pae. 6.100
IIἐς, ῥοαὶ δ' ἄλλοτ ἄλλαι ἐς ἄνδρας ἔβαν O. 2.34
ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν N. 1.42
ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι I. 2.2
IIIπρός, οἶοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν Ἴρασα πρὸς πόλιν P. 9.105
IV σχεδόν, τὶν γὰρ εὔφρων ἕψεται πρώτα θυγάτηρ ὁδοῦ δάφνας εὐπετάλου σχεδὸν βαίνοισα πεδίλοις v. σχεδόν Παρθ. 2. 70.d c. acc. cogn. Αἰολεὺς ἔβαινε Δωρίαν κέλευθον ὕμνων *fr. 191*e part., going, walking ἀσθενεῖ μὲν χρωτὶ βαίνων sc. Philoktetes P. 1.55κατ' Ὄλυμπον ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισ ἔστι, καλλίστα θεῶν N. 10.18
cf. Παρθ. 2. 70, supra.f met.τῶν νῦν δὲ καὶ Θρασύβουλος πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα P. 6.45
τὸ τὠργείου φυλάξαι ῥῆμ' ἀλαθείας λτ; -γτ; ἄγχιστα βαῖνον ( ὁδῶν supp. Hermann, ἐτᾶς Bergk) I. 2.102 aor. 1 trans., made to travelὄφρα κελεύθῳ τ' ἐν καθαρᾷ βάσομεν ὄκχον O. 6.24
3 frag. ]βαμεν ἐξ Ὀλύμπου[ Πα. 22b. 6. ἐπὶ λεπτῷ δενδρέῳ ( βαίνειν) ubi fort. βαίνειν Pindaro tribuendum fr. 230.4 in tmesis. ἐπὶ μὰν βαίνει v.ἐπιβαίνω O. 7.45
-
91 βέλος
a arrow, shaftβροντὰν καὶ πυρπάλαμον βέλος ὀρσικτύπου Διός O. 10.80
“ καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν” P. 4.90 “ ἐκ πόντου σαώθη ἔκ τε ματρυιᾶς ἀθέων βελέων” P. 4.162Νεστόρειον γὰρ ἵππος ἅρμ' ἐπέδα Πάριος ἐκ βελέων δαιχθείς P. 6.33
βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν ἔνεπεν N. 1.68
γαῖα δ' ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσιν μάντιν Οἰκλείδαν N. 10.8
ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος διώξει χερὶ τριόδοντός τ I. 8.34 ὃς Δολόπων ἄγαγε θρασὺν ὅμιλον σφενδονᾶσαι ἱπποδάμων Δαναῶν βέλεσι πρόσφορον fr. 183.b met.,I of poetry,ἐμοὶ μὲν ὦν Μοῖσα καρτερώτατον βέλος ἀλκᾷ τρέφει O. 1.112
πολλά μοι ὑπ' ἀγκῶνος ὠκέα βέλη ἔνδον ἐντὶ φαρέτρας φωνάεντα συνετοῖσιν O. 2.83
ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων Δία τε φοινικοστερόπαν σεμνόν τ' ἐπίνειμαι ἀκρωτήριον Ἄλιδος τοιοῖσδε βέλεσσιν ( μέλεσσι(ν) v. l.) O. 9.8παρὰ σκοπὸν οὐ χρὴ τὰ πολλὰ βέλεα καρτύνειν χεροῖν O. 13.95
II of love,πότνια δ' ὀξυτάτων βελέων Κυπρογένεια P. 4.213
III of avarice, χρυσέων βελέων ἔντι τραυματίαι fr. 223. -
92 βροτός
1 mortal subs.,βροτῶν φάτις O. 1.28
τὸ δ' αἰεὶ παράμερον ἐσλὸν ὕπατον ἔρχεται παντὶ βροτῶν O. 1.100
ἤτοι βροτῶν γε κέκριται πεῖρας οὔ τι θανάτου O. 2.30
πλείσταισι βροτῶν ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις O. 3.39
διάπειρά τοι βροτῶν ἔλεγχος O. 4.18
σὺν γὰρ ὑμῖν τά τε τερπνὰ καὶ τὰ γλυκἔ ἄνεται πάντα βροτοῖς O. 14.6
Ἰξίονα φαντὶ ταῦτα βροτοῖς λέγειν P. 2.21
καὶ ὑψιφρόνων τιν' ἔκαμψε βροτῶν P. 2.51
οἷα ψιθύρων παλάμαις ἕπετ' αἰεὶ βροτῷ (Heindorf: βροτῶν codd.) P. 2.75κλέπτει τέμινοὐθεὸς οὐ βροτὸς P. 3.30
ἓν παρ' ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς ἀθάνατοι P. 3.81
λέγονται μὰν βροτῶν ὄλβον ὑπέρτατον οἳ σχεῖν i. e. Peleus and Kadmos P. 3.88ἐν δ' ὀλίγῳ βροτῶν τὸ τερπνὸν αὔξεται P. 8.92
δύνασαι δὲ βροτοῖσιν ἀλκὰν ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν N. 7.96
“ παῦροι δ' ἐν πόνῳ πιστοὶ βροτῶν καμάτου μεταλαμβάνειν” N. 10.78ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι ἐξ ἀγαθῶν ἔβαλον N. 11.29
ἀμνάμονες δὲ βροτοί (sc. εἰσί) I. 7.17ἰατὰ δ' ἐστὶ βροτοῖς σύν γ ἐλευθερίᾳ καὶ τά I. 8.15
τέρας, ἅν τε βροτοὶ Δᾶλον κικλῄσκοισιν fr. 33c. 3.ταῦτα θεοῖσι μὲν πιθεῖν σοφοὺς δυνατόν, βροτοῖσιν δ' ἀμάχανον εὑρέμεν Pae. 6.53
καὶ γὰρ ὁ πόντιος Ὀρς[ιτ]ρίαινά νιν περίαλλα βροτῶν τίεν (sc. Κάδμον) Πα... λέγοντι δὲ βροτοὶ[ Δ. 1. 1. θεόν, τὸν Βρόμιον, τὸν Ἐριβόαν τε βροτοὶ καλέομεν fr. 75. 10. τιμαὶ δὲ βροτοῖσι κεκριμέναι Παρθ. 1.. ἀθάναται δὲ βροτοῖς ἁμέραι, σῶμα δ' ἐστὶ θνατόν Παρθ. 1. 1. θεὸς ὁ πάντα τεύχων βροτοῖς fr. 141. adj., ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαίαις ἁπτόμεσθα, περαίνει (Er. Schmid: βρότεον codd.) P. 10.28 -
93 γένος
a folk, clan, people, nation ὄφρα ἵκωμαι πρὸς ἀνδρῶν καὶ γένος Iamidai O. 6.25ἐξ οὗ πολύκλειτον καθ' Ἕλλανας γένος Ἰαμιδᾶν O. 6.71
κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει ὤπασεν Blepsiadai O. 8.83εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο δόμεν γέρας ἔπι Βάττου γένει P. 5.124
ἓν ἀνδρῶν, ἓν θεῶν γένος N. 6.1
ἕπεται δέ, ( ἐπέβα coni. Wil.) Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρων εὐάγων τιμὰ ( πολυγνώτῳ γένει coni. Er. Schmid) N. 10.37καὶ μὰν θεῶν πιστὸν γένος N. 10.54
Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν ὑμνήσομεν; fr. 29. 2.ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος; Pae. 9.20
φιλόμαχον γένος ἐκ Περσέος fr. 164. πότερον δίκᾳ τεῖχος ὕψιον ἢ σκολιαῖς ἀπάταις ἀναβαίνει ἐπιχθόνιον γένος ἀνδρῶν fr. 213. 3. and therefore, lineage, descent βασιλεύς, ἐξὠκεανοῦ γένος ἥρως δεύτερος P. 9.14
of horses? Πος]ειδάνιο[ν] γένος[ (sc. ? ἵππων Bury) Pae. 2.41b children, offspring Ἐρινὺς ἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήιον the children of Oidipous O. 2.42 τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος Ἑλέναν κομίζοντες Agamemnon and Menelaos O. 13.58 “ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν ἐν λέχεσιν γένος, οἳ” the children of the Argonauts by the women of Lemnos P. 4.51 ἀνέρες, Ἐννοσίδα γένος Euphamos and Periklymenos P. 4.173 ἤτοι τό τε θεσπέσιον Φόρκοἰ ἀμαύρωσεν γένος (τὰς Γοργόνας. Σ.) P. 12.13 more generally, children, descendants, line: εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον λοιπῷ γένει the descendants of the people of Akragas O. 2.15τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶ τέλλετο P. 4.256
πατρὸς δ' ἀμφοτέραις ἐξ ἑνὸς ἀριστομάχου γένος Ἡρακλέος βασιλεύει P. 10.3
Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν N. 3.28
δῶρα καὶ κράτος ἐξέφαναν ἐγ γένος αὐτῷ (Wil.: ἐς γενεὰς codd.: ἐγγενὲς e Σ paraphr. Rittershusius: ἐς γένος Fulv. Orsinus: i. e. the descendants of Peleus) N. 4.68 ἀτὰρ γένος αἰεὶ φέρει τοῦτό οἱ γέρας the line of Neoptolemos N. 7.39 Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει (Θηβαίοις. Σ.) I. 1.30 φιλέων δ' ἂν εὐχοίμαν Κρονίδαις ἐπ Αἰολάδᾳ καὶ γένει εὐτυχίαν τετάσθαι Παρθ. 1. 13. specifically, child, son: “ οὐκέτι τλάσομαι ψυχᾷ γένος ἁμὸν ὀλέσσαι” Asklepios P. 3.41c fragg. ]γένος τε δαιμο[ Δ... ]ν γένος[ Θρ. 4b. 2. -
94 γίνομαι
γῑνομαι ( γίνεται: aor. γένετ(ο), ἔγεντ(ο), (ἐ) γένοντ(ο); γένηται, -ωνται; -οι(ο), - οιτ(ο); γενέσθ(αι): pf. γεγενημένον coni., γεγενημένα; γεγᾰμεν, γεγκειν)1 be, come to bea abs.λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτἄν O. 2.18
ἄλλαι δὲ δὔἐν Κορίνθου πύλαις ἐγένοντ' ἔπειτα χάρμαι O. 9.86
[ σὺν γὰρ ὑμῖν τά τε τερπνὰ καὶ τὰ γλυκέα γίνεται πάντα βροτοῖς (codd.: τὰ γλυκἔ ἄνεται Kayser, edd.) O. 14.6]αἰὼν δἀσφαλὴς οὐκ ἔγεντ' οὔτ Αἰακίδᾳ παρὰ Πηλεῖ P. 3.87
τιμὰ δὲ γίνεται ὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων N. 7.31
ἦν γε μὰν ἐπικώμιος ὕμνος δὴ πάλαι, καὶ πρὶν γενέσθαι τὰν Ἀδράστου τάν τε Καδμείων ἔριν N. 8.51
ἐκ πόνων δ, οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἡμέρα N. 9.44
καὶ δεύτερον ἇμαρ ἐτείων τέρμ' ἀέθλων γίνεται, ἰσχύος ἔργον I. 4.68
ἄγγελλε δὲ φοινικόπεζα λόγον παρθένος εὐμενὴς Ἑκάτα τὸν ἐθέλοντα γενέσθαι Pae. 2.79
τά τἐόντα τε κα[ὶ ]πρόσθεν γεγενημένα[ Pae. 8.84
b followed by pred. adj.ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμον' ἄνδρες έγένοντ O. 9.29
ἀφθόνητος ἔπεσσιν γένοιο χρόνον ἅπαντα, Ζεῦ O. 13.26
εἰ δέ τις ἤδη λέγει ἕτερόν τιν' ἀν Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον P. 2.60
χόλος δοὐκ ἀλίθιος γίνεται παίδων Διός P. 3.12
δυσπαλὲς δὴ γίνεται P. 4.273
ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν (sc. Ἀπόλλων) P. 5.62εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίνεται σοφοῖς P. 10.22
ἐν δὲ πείρᾳ τέλος διαφαίνεται ὧν τις ἐξοχώτερος γένηται N. 3.71
ὃς ὑπέρτατος Ἁγησιμάχοἰ ὑέων γένετο N. 6.22
ἐγὼ δὲ πλέον' ἔλπομαι λόγον Ὀδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθ Ὅμηρον N. 7.21
θαρσαλέα δὲ παρὰ κρατῆρα φωνὰ γίνεται N. 9.49
κείνου γὰρ ἐπιχθονίων πάντων γένετ' ὀξύτατον ὄμμα N. 10.62
οὐ γὰρ πάγος οὐδὲ προσάντης ἁ κέλευθος γίνεται I. 2.33
ἱπποτρόφοι τ' ἐγένοντο I. 4.14
σώφρονές τ' ἐγένοντο πινυτοί τε θυμόν I. 8.26
c followed by pred. subs.μὴ ματεύσῃ θεὸς γενέσθαι O. 5.24
“ κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων ματρόπολιν Θήραν γενέσθαι” P. 4.20εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται P. 4.274
μὴ μάτευε Ζεὺς γενέσθαι I. 5.14
πρόφασιν βληχροῦ γενέσθαι νείκεος (Schr.: γίνεσθαι codd.) fr. 245.d c. part. γένοἰοἷος ἐσσὶ μαθών be such as you have learned to know yourself P. 2.72 ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς νόημα τοῦτο φέρων (Tricl.: ἐγένετο codd.) P. 6.28e be born cf. γεννάω, and g. infra.Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν πατρός O. 6.49
τοὶ δ' οὔτ ὦν ἀκοῦσαι οὔτ ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον (Ahrens: γεγεν(ν) αμένον codd.) O. 6.53ὤρυσαι θαρσέων, τόνδ' ἀνέρα δαιμονίᾳ γεγάμεν εὔχειρα O. 9.110
πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων ὁπλόταται I. 8.17
ἐν χρόνῳ δ' ἔγεντ Ἀπόλλων (Boeckh: ἐγένετ codd. Clem. Alex.) fr. 33b. = fr. 147 Schr.f fragg. γίνεται[ fr. 6b. c. τὸ γὰρ πρὶν γενέ[σθαι Παρθ. 1. 20.g in tmesis. ἐκ δ' ἐγένοντο στρατὸς θαυμαστός v.ἐκγίνομαι P. 2.46
-
95 δαιδάλλω
1 embellish met.δεδαιδαλμένοι ψεύδεσι ποικίλοις μῦθοι O. 1.29
ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος φέρει τῶν τε καὶ τῶν καιρόν O. 2.53
αἰτήσων πόλιν εὐανορίαισι τάνδε κλυταῖς δαιδάλλειν O. 5.21
μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς (sc. Ἀρισταγόραν) N. 11.18 πολ]λὰ μὲν τὰ πάροιθ[ ]δαιδάλλοισ' ἔπεσιν Παρθ. 2. 31. -
96 δάϊος
δᾱϊος, δᾱος subs.,1 enemyσφόδρα δόξομεν δαίων ὑπέρτεροι ἐν φάει καταβαίνειν N. 4.38
ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροὶ ἕλκεα ῥῆξαν (Hermann: δαίοισιν codd.) N. 8.28 δᾴο]ις (e Σ supp. G-H.) Πα. 2.. [δαιον (supp. Kambylis:) v. γάιος.] -
97 δή
δή (in synizesis O. 13.99 coni.)a adv.λαὸν θαμὰ δὴ καὶ Ὀλυμπιάδων φύλλοις ἐλαιᾶν χρυσέοις μιχθέντα N. 1.17
mostly preceding adv.,δὴ τότ' ἐς γαῖαν πορεύειν O. 3.25
ἀλλ' ἁ Κοιογενὴς ὁπότ ἐπέβα νιν, δὴ τότε τέσσαρες ἀπώρουσαν κίονες fr. 33d. 5.ἦν γε μὰν ἐπικῴμιος ὕμνος δὴ πάλαι, καὶ πρὶν γενέσθαι τὰν Ἀδράστου τάν τε Καδμείων ἔριν N. 8.51
ἐπεὶ περικτίονας ἐνίκασε δή ποτε καὶ κεῖνος I. 8.64
, cf. O. 9.9b adj.δυσπαλὲς δὴ γίνεται P. 4.273
]εων ἐλθὲ φίλαν δὴ πόλεα[ Δ. 3.. εὐθεῖα δὴ κέλευθος ἀρετὰν ἑλεῖν fr. 108a. 3. esp. following numbers, ἑξηκοντάκι δὴ ἀμφοτέρωθεν (Hermann: δ' ἀμφοτ. codd.: ἑξηκοντάκις ἀμφοτ. Mommsen) O. 13.99τρὶς δὴ P. 9.91
δὶς δὴ δυοῖν N. 8.48
πολλὰ δὴ πολλαῖσιν O. 6.79
c interrogative, direct and indirect. τίς δὴ ποταίνιον ἔλαχε στέφανον; O. 10.60αἰδέομαι μέγα εἰπειν, πῶς δὴ λίπον εὐκλέα νᾶσον N. 5.15
“πάτερ Κρονίων, τίς δὴ λύσις ἔσσεται πενθέων;” N. 10.76 ὅστις δὴ τρόπος ἐξεκύλισέ νιν fr. 7.d relative-demonstrativeὁ. Ὀρέστα· τὸν δὴ ἐκ δόλου τροφὸς ἄνελε P. 11.17
( ἀκρωτήριον Ἄλιδος)· τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψ ἐξάρατο O. 9.9
( γαῖαν),τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς ἄλσος I. 2.27
2 where emphasis implies an abrupt but logical progression of thought. ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν (ἐπιλαμβάνεται ἐαυτοῦ ὁ Πίνδαρος. Σ.) N. 8.19 θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς (Er. Schmid: δὲ codd.) N. 10.753 combined with other particles. δὲ δή: εἰ δὲ δή τιν' ἄνδρα θνατὸν Ὀλύμπου σκοποὶ ἐτίμασαν, ἦν Τάνταλος οὗτος if indeed, in fact O. 1.54 ἦ δή: ἦ μάλα δὴ μετὰ καὶ νῦν strong affirmation P. 4.64 -
98 δίκα
δῐκᾱ (δίκα, -ας, -ᾳ, -αν; -ας.)1 justicea sing., right, (sense of) justiceκόρος, οὐ δίκᾳ συναντόμενος O. 2.96
“ κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον” P. 4.140ἕπεται δὲ λόγῳ δίκας ἄωτος, ἐσλὸν αἰνεῖν N. 3.29
δέξαιτο δ' Αἰακιδᾶν ἠύπυργον ἕδος, δίκᾳ ξεναρκέι κοινὸν φέγγος i. e. shining with hospitable justice for all N. 4.12εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει N. 7.48
κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ N. 9.15
πατρὶ δ' Ἀδράστοιο Λυγκεῖ τε φρενῶν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ N. 10.12
τῶν μὲν ὑπὸ στάθμᾳ νέμονται οὐ θέμιν οὐδὲ δίκαν ξείνων ὑπερβαίνοντες I. 9.5
ἀλλὰ δίκας ὁδοὺς πι[στ]ὰς ἐφίλη[ς.]ν. Παρθ. 2.. πότερον δίκᾳ τεῖχος ὕψιον ἢ σκολιαῖς ἀπάταις ἀναβαίνει ἐπιχθόνιον γένος ἀνδρῶν fr. 213. 1. ἐν, σὺν, παρὰ δίκ. pro adv.,ἐν δίκᾳ τε καὶ παρὰ δίκαν O. 2.16
ἐν δίκᾳ ( ἐνδίκας coni. Snell.) O. 6.12σὲ δ' ἐρχόμενον ἐν δίκᾳ P. 5.14
κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν παντὶ θυμῷ σύν τε δίκᾳ καλὰ ῥέζοντ' ἔννεπεν P. 9.96
αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον N. 5.14
ἐκ πόνων δ, οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ N. 9.44
τὸ δὲ πὰρ δίκαν γλυκὺ πικροτάτα μένει τελευτά I. 7.48
b pl. decisions, judgements of right “ ἱππόταις εὔθυνε λαοῖς δίκας” P. 4.153 ( Αἰακὸς)ὃ καὶ δαιμόνεσσι δίκας ἐπείραινε I. 8.24
2 manner, way νῦν γε μὰν τὰν Φιλοκτήταο δίκαν ἐφέπων ἐστρατεύθη (sc. Ἱέρων) P. 1.50 ἄλλα δ' ἄλλοισιν νόμιμα, σφετέραν δ αἰνεῖ δίκαν ἀνδρῶν ἕκαστος fr. 215. 3. acc. pro prep. c. gen.,ποτὶ δἐχθρὸν λύκοιο δίκαν ὑποθεύσομαι P. 2.84
3 pro pers., JusticeΔαμάγητον ἁδόντα Δίκᾳ O. 7.17
Εὐνομία κασιγνήτα τε βαθρὸν πολίων ἀσφαλὲς Δίκα καὶ Εἰρήνα O. 13.7
φιλόφρον Ἡσυχία, Δίκας ὦ μεγιστόπολι θύγατερ P. 8.1
κώμῳ μὲν ἁδυμελεῖ Δίκα παρέστακε P. 8.71
-
99 δόξα
δόξᾰ (-α, -ας, -ᾳ, -αν.)a opinion, thoughtἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών O. 10.63
ὁ δὲ λόγος ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει P. 1.36
ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν κάλλιον ἂν δηριώντων ἐνόστησ' ἀντιπάλων (κατὰ τὴν ἐμὴν δόκησιν. Σ) N. 11.24b reputation; fameἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν O. 8.64
ὀπιθόμβροτον αὔχημα δόξας οἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύει P. 1.92
ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν P. 2.64
τελέαν δ' ἔχει δόξαν ἀπ ἀρχᾶς P. 8.25
δόξαν ἱμερτὰν ἀγαγόντ' ἀπὸ Δελφῶν P. 9.75
αὖτις ἐγεῖραι καὶ παλαιὰν δόξαν ἑῶν προγόνων P. 9.105
τῶν εὐφροσύνα τε καὶ δόξ' ἐπιφλέγει P. 11.45
αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται, ἃ φέρει δόξαν N. 9.34
ἀλλὰ σὺν δόξᾳ τέλος δωδεκάμηνον περᾶσαί νιν ἀτρώτῳ κραδίᾳ N. 11.9
ψυχὰν Ἀίδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν I. 1.68
ἴστε μὰν Κλεωνύμου δόξαν παλαιὰν ἅρμασιν I. 3.16
ὅσσα δ' ἐπ ἀνθρώπους ἄηται μαρτύρια φθιμένων ζωῶν τε φωτῶν ἀπλέτου δόξας I. 4.11
σὺν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον I. 6.12
νεῶν δὲ μέριμναι σὺν πόνοις εἱλισσόμεναι δόξαν εὑρίσκοντι fr. 227. ] δοξαν[ P. Oxy. 841. fr. 49. c. gen. δόξαν ἔχω τιν' ἐπὶ γλώσσᾳ λιγυρᾶς ἀκόνας ( a reputation for?) O. 6.82 -
100 δυνατός
1 c. inf.,a personal, able toὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκοςθνατῶν O. 10.9
καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατὰν δυνατός N. 2.14
Πιερίδων ἀρόταις δυνατοὶ παρέχειν πολὺν ὕμνον (sc. οἱ Βασσίδαι) N. 6.33 παῦροιδὲ βουλεῦσαι φόνου παρποδίου νεφέλαν τρέψαι ποτὶ δυσμενέων ἀνδρῶν στίχας χερσὶ καὶ ψυχᾷ δυνατοί N. 9.39
b impersonal, possibleὦ Μέγα, τὸ δ' αὖτις τεὰν ψυχὰν κομίξαι οὔ μοι δυνατόν N. 8.45
εἰ δυνατόν, Κρονίων (sc. ἐστί) N. 9.28ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν ἐξελέγχειν N. 10.45
ταῦτα θεοῖσι μὲν πιθεῖν σοφοὺς δυνατόν Pae. 6.52
θεῷ δὲ δυνατὸν μελαίνας ἐκ νυκτὸς ἀμίαντον ὄρσαι φάος fr. 108b. 1.2 n. pro subs., what is possible, attainable “ τᾶν ἐν δυνάτῳ φιλοτάτων” P. 4.92δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ P. 11.51
3 frag. ]ωδ' ἐπέων δυνατώτερον. Pae. 4.5
См. также в других словарях:
μαν — μάν, ὁ (Α) (δωρ. και παλαιός επικ. τ.) βλ. μήνας … Dictionary of Greek
Μαν, Τόμας — I (Thomas Mun, Λονδίνο 1571 – 1641). Άγγλος οικονομολόγος. Ήταν έμπορος στην Ιταλία και στην Ανατολή, ανέλαβε κατόπιν διευθυντική θέση στην Εταιρεία των Ανατολικών Ινδιών (1615). Κύριος εκπρόσωπος της τάσης που αργότερα ονομάστηκε μερκαντιλισμός… … Dictionary of Greek
Μαν, νησί του- — Νησί, αυτοδιοικούμενη κτήση του Βρετανικού Στέμματος, στην Ιρλανδική θάλασσα. Βρίσκεται περίπου στο μέσον της απόστασης μεταξύ Βόρειας Ιρλανδίας και Αγγλίας. Περιλαμβάνει επίσης τη νησίδα Καφ οφ Μαν, στη νοτιοδυτική ακτή.Η πρωτεύουσα του ν.τ.Μ.… … Dictionary of Greek
μαν(ν)όγαλο — και μαν(ν)όγαλα, το (Μ μαννογαλον) 1. το γάλα τής μάννας 2. γάλα που προέρχεται από μητέρα και από την κόρη της όταν συμβεί να έχουν τεκνοποιήσει και να θηλάζουν και οι δύο την ίδια εποχή. [ΕΤΥΜΟΛ. < μάννα (I) + γάλα (πρβλ. ρυζόγαλο)] … Dictionary of Greek
Μαν, Χάινριχ — (Heinrich Mann, Λίμπεκ, 1871 – Σάντα Μόνικα, Καλιφόρνια, 1950). Γερμανός μυθιστοριογράφος και θεατρικός συγγραφέας. Ήταν γιος ενός πλούσιου μεγαλέμπορου και μεγαλύτερος αδερφός του διάσημου συγγραφέα Τόμας Μαν. Σπούδασε στο Βερολίνο και στο… … Dictionary of Greek
Μαν, Άντονι — (Anthony Mann, Σαν Ντιέγκο, 1906 – Βερολίνο, 1967). Καλλιτεχνικό ψευδώνυμο του Αμερικανού σκηνοθέτη Εμίλ Άντον Μπάντμαν (Emil Anton Bundmann). Αμέσως μετά το σχολείο άρχισε να δουλεύει ως ηθοποιός στο Μπροντγουέι και ως παραγωγός. Τη δεκαετία του … Dictionary of Greek
Μαν, Κλάους — (Klaus Mann, Μόναχο, 1906 – Κάνες, 1949). Γερμανός συγγραφέας και ποιητής. Ήταν το πρώτο από τα έξι παιδιά του μεγάλου συγγραφέα Τόμας Mαν. Εργάστηκε και ως θεατρικός κριτικός, ηθοποιός και δημοσιογράφος. Το 1933, με την άνοδο του ναζισμού,… … Dictionary of Greek
Μαν, Μάικλ — (Michael Mann, Σικάγο 1943 –). Αμερικανός σκηνοθέτης, σεναριογράφος και παραγωγός. Σπούδασε στο πανεπιστήμιο του Γουισκόνσιν και παρακολούθησε μαθήματα στο London International Film School. To 1965 άρχισε την καριέρα του με τηλεοπτικές… … Dictionary of Greek
Μαν, Χόρας — (Horace Mann, Φράνκλιν, Μασαχουσέτη, 1796 – Γέλοου Σπρινγκς, Οχάιο 1859). Αμερικανός παιδαγωγός. Καταγόταν από φτωχή αγροτική οικογένεια. Κατάφερε ωστόσο να γίνει δεκτός στο Πανεπιστήμιο του Μπράουν, απ’ όπου αποφοίτησε με διάκριση το 1819.… … Dictionary of Greek
Μᾶν — Μᾶ fem acc sg (doric) … Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)
μᾶν — μής masc gen pl (doric aeolic) … Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)