-
1 ἀλαθής
ᾰλᾱθής (-ής, -εῖ, -έα, -ῆ; -έσιν, -έας)1 trueὑπὲρ τὸν ἀλαθῆ λόγον O. 1.28
αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ O. 2.92
γνῶναί τ' ἔπειτ ἀρχαῖον ὄνειδος ἀλαθέσιν λόγοις εἰ φεύγομεν O. 6.89
ἀλαθής τέ μοι ἔξορκος ἐπέσσεται ἁδύγλωσσος βοὰ O. 13.98
Ἰσμήνιον δ' ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον P. 11.6
τὰς χρυσάμπυκας ἀγλαοκάρπους τίκτεν ἀλαθέας ὥρας (Boeckh ex Hesych.: ἀγαθὰ σωτῆρας codd.: ὅτι κυκλίσμῷ πάντα ποιοῦσιν. Hesych.) fr. 30. 6. dub., Hesych., s. v. ἀλαθεῖς· οἱ μηδὲν ἐπιλανθανόμενοι ὡς Πίνδαρος. “fort. recte trahitur ad fr. 30. 6.” nott. Snell. fr. 331. frag. ]αι τὸ δἀλαθὲ[ς ] κατέστα φάος[ ?fr. 337. 9. -
2 ἀγαθός
1 of persons, noble, gooda adj., distinguishedπατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν O. 7.91
esp. in physical prowess,ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμον' ἄνδρες ἐγένοντ O. 9.28
Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι P. 8.100
οὐθαῦμα σφίσιν ἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν N. 10.51
καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ λόγον ἐκέρδαναν I. 5.26
b m. subs., the noble, esp. of those distinguished by social position and athletic prowess.ἀδύνατα δἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς δόλιον ἀστόν P. 2.81
ἁδόντα δεἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν P. 2.96
οὐ φθονέων ἀγαθοῖς P. 3.71
τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν, ἀλλ' ἀγαθοί P. 3.83
οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς P. 4.285
ἐν δἀγαθοῖσι κεῖται πατρώιαι κεδναὶ πολίων κυβερνάσιες P. 10.71
ποτίφορος δ' ἀγαθοῖσι μισθὸς οὗτος N. 7.63
τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς; I. 1.5τιμὰ δ' ἀγαθοῖσιν ἀντίκειται I. 7.26
τὸν αἰνεῖν ἀγαθῷ παρέχει I. 8.69
2 of things, honourable, of honourὁ δ' ὄλβιος, ὃν φᾶμαι κατέχωντ' ἀγαθαί O. 7.10
ὕμνος δὲ τῶν ἀγαθῶν ἐργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει φῶτα N. 4.83
ἐν λόγοις δ' ἀστῶν ἀγαθοῖσιν ἐπαινεῖσθαι χρεών (Schr.: ἀγαθοῖς μὲν αἰνεῖσθαι codd.: ἀγαθοῖσί μιν αἰνεῖσθαι Mingarelli.) N. 11.17ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντ' ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν I. 1.46
χρὴ δ' ἀγαθὰν ἐλπίδ ἀνδρὶ μέλειν I. 8.15
3 add. inf., good ἀγαθαὶ δὲ πέλοντ' ἐν χειμερίᾳ νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δὔ ἄγκυραι i. e. “useful” O. 6.100 “ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς, ἀμφότερον μάντιν τ' ἀγαθὸν καὶ δουρὶ μάρνασθαι.” O. 6.174 n. subs., good, good fortuneἀτειρεῖ σὺν ἀγαθῷ O. 2.33
esp. in pl.,πένθος δὲ πίτνει βαρὺ κρεσσόνων πρὸς ἀγαθῶν O. 2.24
ἄλλα δ' ἐπ ἄλλον ἔβαν ἀγαθῶν O. 8.13
ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὗχαι ἐξ ἀγαθῶν ἔβαλον N. 11.30
5 dub. ex. [ ἀγαθὰ σωτῆρας (codd. Clem. Alex: ἀλαθέας ὥρας ex Hesych. Boeckh.) fr. 30. 6.] -
3 ἀγαπατός
a desirable ἀγαπατὰ δὲ (sc. ἐστί)καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι N. 8.4
b with which one must be content, well loved, of only children, cf. Hesych. ἀγαπητόν: μονογενῆ ἐν ᾇ πρῶτον εὐνάσθην ἀγαπατὸς ὑπὸ σπαργάνοις (Pindar speaks of himself.) fr. 193. -
4 αἰνίσσομαι
-
5 ἀνεκάς
1 upwards ὅταν θεοῦ μοῖρα πέμπῃ ἀνεκὰς ὄλβον ὑψηλόν ( ἀνακὰς coni. Schneidewin ex Hesych.) O. 2.22 -
6 βάλλω
βάλλω (βάλλω, -ομεν; βάλλετ(ε); βάλλων: aor. (ἔ) βᾰλε(ν), (ἔ)βαλον; βάλω, -ῃ; βαλέτω; βαλών; βαλεῖν: med. βαλλόμενος: impf. βάλλετο: aor. βάλετ(ο), ἐβάλοντο; βαλέσθαι: pass. βάλλεται: pf. βέβληνται)a throw, cast, act & med. λίθον μενοινῶν κεφαλᾶς βαλεῖν cast away O. 1.58ᾧτινι ἀμφὶ κόμαισι βάλῃ κόσμον ἐλαίας O. 3.13
ἔλπομαι μὴ χαλκοπάρᾳον ἄκονθ' ὡσείτ ἀγῶνος βαλεῖν ἔξω P. 1.44
ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθ' ἁλικίαν (sc. Ἱέρων) P. 1.74 εἰ γὰρ οἴκοι νιν (= βώλακα) βάλε πὰρ χθόνιον Ἄιδα στόμα” P. 4.43 ἤ μέ τις ἄνεμος ἔξω πλόου ἔβαλεν ὡς ὅτ' ἄκατον ἐνναλίαν; P. 11.40 τότε βάλλεται, τότ' ἐπ ἀμβρόταν χθόν ἐραταὶ ἴων φόβαι fr. 75. 16. ὄφρα Ἀγαθωνίδᾳ βάλω κότταβον fr. 128. 3. φῶ[τ]α φά[τναις] ἐν λιθίναις βαλ[ (sc. Ἡρακλέης) fr. 169. 21. met.,ἐν καρδίαις ἀνδρῶν ἔβαλον ὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθ O. 13.16
εὐναὶ δὲ παράτροποι ἐς κακότατ' ἀθρόαν ἔβαλον P. 2.36
δαίμων δὲ παρίσχει, ἄλλοτ' ἄλλον ὕπερθε βάλλων P. 8.77
καί σφιν ἐπὶ γλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ P. 9.12
ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι ἐξ ἀγαθῶν ἔβαλον ( ἔλαβον v. l.) N. 11.30 πρόφασις ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον fr. 228.b strike (with), c. acc. (& dat.), shoot at τοξόταν βάλλων γυναικεῖον στρατὸν sc. Bellerophon O. 13.89 met., ἄγε θυμέ· τίνα βάλλομεν ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀιστοὺς ἱέντες; O. 2.89μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος O. 8.55
ἀλλ' ἔσται χρονὸς οὗτος, ὃ καί τιν ἀελπτίᾳ βαλὼν ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δ οὔπω P. 12.31
πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών (“Gleichzeitig ist πολλῶν καιρὸν auch Objekt zu βαλών”. Radt, Mnemosyne, 1966, 153) N. 1.18 & therefore, crown,χαίρων δὲ καὶ αὐτὸς Ἀλκμᾶνα στεφάνοισι βάλλω P. 8.57
Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δ' ἀγών, τὸν ὕμνος ἔβαλεν ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων N. 3.65
c cast away, lose cf. O. 1.58 οἱ δύο μὲν (sc. δράκοντες)κάπετον, αὖθι δ' ἀτυζόμενοι ψυχὰς βάλον O. 8.39
d med.,I cast (anchor), met.ἐσχατιαῖς ἤδη πρὸς ὄλβου βάλλετ' ἄγκυραν I. 6.13
II lay down (a foundation) καὶ μυχοὺς διζάσατο βαλλόμενος κρηπῖδας ἀλσέων sc. Ἀπόλλων fr. 51a. met.,βάλλετο κρηπῖδα σοφῶν ἐπέων P. 4.138
κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι προοίμιον Ἄλκμανιδᾶν εὐρυσθενεῖ γενεᾷ κρηπῖδ' ἀοιδᾶν ἵπποισι βαλέσθαι P. 7.3
ὅθι παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν κρηπῖδ' ἐλευθερίας fr. 77. 1. pass., ἀρχαὶ δὲ (sc. τοῦ ὕμνου) βέβληνται θεῶν κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς (cf. Hesych: βαθμίδες· ἀρχαὶ λόγων v. θεός b.) N. 1.8e in tmesis. ἐν δ' ἀρετὰν ἔβαλεν v.ἐμβάλλω O. 7.44
τρίτον ἔπι στέφανον βαλών v.ἐπιβάλλω P. 11.14
]πρὸς ὄμμα βαλὼν χερὶ[ Pae. 15.6
f frag. ]ν τοῦτο βαλλεμ[ Πα. 17a. 7. -
7 γλάγος
γλᾰγος (τό)1 milk Σκύριαι δ' ἐς ἄμελξιν γλάγεος αἶγες ἐξοχώταται (Schneidewin: γλάγους Eustath.: γάλακτος codd. Athenaei: cf. Hesych., γλάγος· γάλα) fr. 106. 4. -
8 δέρκω
δέρκω ( δέρκεν: pf. δέδορκε(ν): med. δέρκομαι, -εται: aor. pass. pro med. δρακείς, -έντες, δρακεῖς(α))a look upon, see τὰς δὲ Θεοξένου ἀκτῖνας πρὸς ὄσσων μαρμαρυζοίσας δρακείς, ὃς μὴ πόθῳ κυμαίνεται fr. 123. 3.λαγέταν γάρ τοι τύραννον δέρκεται, εἴ τιν' ἀνθρώπων, ὁ μέγας πότμος P. 3.85
ἄνευ σέθεν οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν τεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον Ἥβαν N. 7.3
c. acc. cogn., παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων δρακεῖσ' ἀσφαλές with secure gaze P. 2.20 ἔν τε δαμόταις ὄμματι δέρκομαι λαμπρόν my gaze is bright N. 7.66 fragg. ]φλόγα δέρκομ[ Δ. 4b. 9. ] οδέρκεν ἐπομοσς[ (cf. Hesych. δέρκειν· βλέπειν: v. Page, P. M. G. 918c. 1) Πα. 22i. 1.b intrans. pf., shine, appear met.τὸ δὲ κλέος τηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων O. 1.94
τίν γε μέν ἀεθλοφόρου λήματος ἕνεκεν Νεμέας Ἐπιδαυρόθεν τ' ἄπο καὶ Μεγάρων δέδορκεν φάος N. 3.84
βαθυκρήμνοισι δ' ἀμφ ἀκταῖς Ἑλώρου δέδορκεν παιδὶ τοῦθ Ἁγησιδάμου φέγγος ἐν ἁλικίᾳ πρώτᾳ N. 9.41
-
9 ἐπαγορία
1 blame ὑμῖν ἄνευθ' ἐπαγορίας ἔπορεν (Meineke: ἀπαγορίας codd.) fr. 122. 6. ἐπαγορίαν ἔχει ( ἐπίμωμός ἐστι explic. Hesych.) ?fr. 359. -
10 εὔαν
εὔαν Heliodor. ap. Σ Dion. Thr. 540. 27 Hilg.: μόνον τὸ εὔαν θηλυκὸν παρὰ Πινδάρῳ (at εὐνάν coni. Dindorf, cll. Choerobosco, Gr. Gr. iv. 1. 315, 27 Hilg., τὸ εὐνάν, εὐνᾶνος, ὃ παρατίθενταί τινες ὡς θηλυκὸν νομίζοντες τὴν γυναῖκα σημαίνειν) fr. 303, cf. Hesych., s. v. -
11 ἔχω
ἔχω (ἔχω, -εις, -ει, -ομεν, -οντι; ἔχω, -ῃ; ἔχων, -οντ(α), -οντες; -οισα, -οίσας; ἔχειν: impf. εἶχε, ἔχε(ν), ἔχον: fut. [ ἕξω codd.], σχήσει codd., ἕξει; σχήσοι: aor. ἔσχε(ν), ἔσχετ[ε], ἔσχον; ἔσχεθε, σχέθον; σχέθοι; σχεθών; σχεῖν, σχεθέμεν: med. impf. εἴχετ(ο): aor. pro pass. σχόμεναι.)1 have, hold.1 generally,a have, possess, have in keeping ( Πέλοψ)τύμβον ἀμφίπολον ἔχων O. 1.93
ὅθεν σπέρματος ἔχοντα ῥίζαν πρέπει τὸν Αἰνησιδάμου (Aristarchus: ἔχοντι codd.) O. 2.46 εἰ δέ μιν (= ὄλβον)ἔχων τις οἶδεν τὸ μέλλον O. 2.56
Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον O. 2.77
καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμ' ἀνέβαν φλογὸς οὔ O. 7.48
ἀπάτερθε δ' ἔχον διὰ γαῖαν τρίχα δασσάμενοι πατρωίαν ἀστέων μοίρας O. 7.74
τὺ δὲ σάφα νιν ἔχεις ἐλευθέρᾳ φρενὶ πεπαρεῖν P. 2.57
λέγονται μὰν βροτῶν ὄλβον ὑπέρτατον οἳ σχεῖν P. 3.89
μακάριος, ὃς ἔχεις καὶ πεδὰ μέγαν κάματον λόγων φερτάτων μναμήἰ P. 5.46
Ἡσυχία βουλᾶν τε καὶ πολέμων ἔχοισα κλαῗδας ὑπερτάτας P. 8.4
Μεγάροις δ' ἔχεις γέρας P. 8.78
οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν N. 1.31
ἐν τεμένεσσι δόμον ἔχει τεοῖς N. 7.94
παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ γέρας τό περ νῦν N. 7.100
εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους N. 11.13
πάντ' ἔχεις, εἴ σε τούτων μοῖῤ ἐφίκοιτο καλῶν I. 5.14
πολλὰ μὲν ἀρτιεπὴς γλῶσσά μοι τοξεύματ' ἔχει περὶ κείνων κελαδέσαι I. 5.47
“μέγαν ἄλλοθι κλᾶρον ἔχω; Pae. 4.48
ὁ δὲ μηδὲν ἔχων ὑπὸ σιγᾷ μελαίνᾳ κάρα κέκρυπται Παρθ. 1. 9. as epexeg. inf.,ἑτοῖμον ἀνεφρόντισεν γάμον Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν σχεθέμεν O. 1.71
καὶ τὸ λοιπὸν ὁμοῖα, Κρονίδαι μάκαρες, διδοῖτ' ἐπ ἔργοισιν ἀμφί τε βουλαῖς ἔχειν P. 5.120
ἀλλά νιν εὑροῖσ' ἀνδράσι θνατοῖς ἔχειν, ὠνύμασεν κεφαλᾶν πολλᾶν νόμον P. 12.22
b hold (in one's grip)ἔμπα, καἴπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα μέσσον, ἀντίτειν' ἐπιβουλίᾳ N. 4.36
σχεθών νιν ἐπὶ δεξιὰ χειρὸς (Elmsley: σχέθων codd.: ἐνδεξιωσάμενος πατέρα interpr. Schr.) P. 6.19c support ἂν δ' ἐπικράνοις σχέθον πέτραν ἀδαμαντοπέδιλοι κίονες fr. 33d. 7.2a rule overὦ Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις O. 4.6
Ἑρμᾶν ὃς ἀγῶνας ἔχει μοιράν τ' ἀέθλων O. 6.79
ἔχει τέ μιν ὀξειᾶν ὁ γενέθλιος ἀκτίνων πατήρ O. 7.70
ἀτὰρ Αἴας Σαλαμῖν' ἔχει πατρῴαν N. 4.48
b dwell inπόλιν· ἔχοντι τὰν χαλκοχάρμαι ξένοι P. 5.82
“ ποίας δ' ἀποσπασθεῖσα φύτλας ὀρέων κευθμῶνας ἔχει σκιοέντων;” P. 9.343a contain, preserveτό σφ' ἔχει κυπαρίσσινον μέλαθρον P. 5.39
b enfoldἐσθὰς δ' ἀμφοτέρα μιν ἔχεν P. 4.79
4 = κατέχω.a restrain, checkτὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ P. 4.75
τὸ πεπρωμένον οὐ πῦρ οὐ σιδάρεον σχήσει τεῖχος ( ἔσχε coni. Schr.) fr. 232.b hold back, prevent c. inf.ἐλπίδες δ' ὀκνηρότεραι γονέων παιδὸς βίαν ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἀέθλων N. 11.23
c prevent c. part.ἦλθ' ἀνὴρ τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι I. 4.54
5 = παρέχω.a provideἐν Μεγάροισίν τ' οὐχ ἕτερον λιθίνα ψᾶφος ἔχει λόγον O. 7.87
ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει P. 4.286
ὁ δὲ καιρὸς ὁμοίως παντὸς ἔχει κορυφάν P. 9.79
ἴστε μὰν Αἴαντος ἀλκάν, φοίνιον τὰν ὀψίᾳ ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων (v. μομφά; cf. fr. 359) I. 4.36b keep c. dupl. acc., pr. adj., simm.Μοῖῤ, ἅ τε πατρώιον τῶνδ' ἔχει τὸν εὔφρονα πότμον O. 2.36
ὃν πατὴρ ἔχει μέγας ἑτοῖμον αὐτῷ πάρεδρον O. 2.76
οὐδ' Ἀίδας ἀκινήταν ἔχε ῥάβδον O. 9.33
καλὰ γινώσκοντ' ἐκτὸς ἔχειν πόδα P. 4.289
cf.ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ' ἔχων Σωστράτου υἱός O. 6.8
ἔχει συγγενὴς ὀφθαλμὸς αἰδοιότατον γέρας τεᾷ τοῦτο μειγνύμενον φρενί ( keeps this as a revered honour v. ὀφθαλμός) P. 5.17 in tmesis, ἀπὸ πάμπαν ἀδίκων ἔχειν ψυχάν (v. ἀπέχω) O. 2.696a of non physical things, have, enjoyὁ νικῶν ἔχει μελιτόεσσαν εὐδίαν O. 1.98
θεὸς τεαῖσι μήδεται ἔχων τοῦτο κᾶδος, Ἱέρων, μερίμναισιν O. 1.107
δόξαν ἔχω τιν' ἐπὶ γλώσσᾳ λιγυρᾶς ἀκόνας O. 6.82
Πυθοῖ τ' ἔχει σταδίου τιμὰν O. 13.37
Χίρωνα νόον ἔχοντ' ἀνδρῶν φίλον P. 3.5
ἐλπίδ' ἔχω κλέος εὑρέσθαι κεν P. 3.111
τελέαν δ' ἔχει δόξαν ἀπ ἀρχᾶς P. 8.24
πέταται ὑποπτέροις ἀνορέαις, ἔχων κρέσσονα πλούτου μέριμναν P. 8.91
“ μόχθου καθύπερθε νεᾶνις ἦτορ ἔχοισα” P. 9.32τῶν δ' ἕκαστος ὀρούει, τυχών κεν ἀρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός P. 10.62
ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν βρότεον ἔθνος N. 3.73
ἔχω γονάτων ὁρμὰν ἐλαφράν (byz.: ἕξω codd.) N. 5.20ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν N. 6.54
τυφλὸν δ' ἔχει ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος N. 7.23
κτεάνωνψυχὰς ἔχοντες κρέσσονας ἄνδρες N. 9.32
βραχύ μοι στόμα πάντ' ἀναγήσασθ ὅσων Ἀργεῖον ἔχει τέμενος μοῖραν ἐσλῶν N. 10.19
βραχὺ μέτρον ἔχων ὕμνος I. 1.62
ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας ὀπώραν I. 2.4
ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος γέρας ἔχει I. 5.33
τί ἔλπεαι σοφίαν ἔμμεν, ἃν ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἴσχει; (unus cod. Stobaei: ἰσχύει rell.: ἔχειν Clem. Alex.) fr. 61. 2. and so, ἔχει θαλίας καὶ πόλις holds, celebrates O. 7.93b = πάσχω, have, be subject toἔχει δ' ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον O. 1.59
ἅλιον ἔχοντες, ἀπονέστερον ἐσλοὶ δέκονται βίοτον O. 2.62
ἅτε γὰρ ἐννάλιον πόνον ἐχοίσας βαθὺ σκευᾶς ἑτέρας, ἀβάπτιστος εἶμι (v. l. ὀχοίσας) P. 2.79ἔσχε τοι ταύταν μεγάλαν ἀυάταν καλλιπέπλου λῆμα Κορωνίδος P. 3.24
χαρίεντα δ' ἕξει πόνον χώρας ἄγαλμα (? i. e. ὕμνος) N. 3.12πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων οὐ νέοντ' ἄνευ στεφάνων N. 4.76
ταὶ μεγάλαι γὰρ ἀλκαὶ σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι N. 7.13
κόρον δ' ἔχει καὶ μέλι καὶ τὰ τέρπν ἄνθἐ Ἀφροδίσια N. 7.52
ἔνθ' ἄριστοι ἔσχον πολέμοιο νεῖκος I. 7.36
ἐπαγορίαν ἔχει ( ἐπίμωμός ἐστι interpr. Hesych.) ?fr. 359.7 possess, swayτῶν νιν γλυκὺς ἵμερος ἔσχεν O. 3.33
ἔρως γὰρ ἔχεν (sc. αὐτούς: ἔσχεν cod., corr. Er. Schmid) I. 8.29 med. aor. pro pass., δεί]ματι σχόμεναι φύγον[ (sc. ἀμφίπολοι) Pae. 20.178 have in mind, knowεἴ τιν' ἔχει λόγον ἀνθρώπων πέρι O. 8.4
εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν P. 3.103
ὃς δὲ διδάκτ' ἔχει, ψεφεννὸς ἀνὴρ ἄλλοτ ἄλλα πνέων οὔ ποτ ἀτρεκεῖ κατέβα ποδί N. 3.41
λεγόμενον δὲ τοῦτο προτέρων ἔπος ἔχω N. 3.53
9 acquire, get oneself (aor. only, but v. P. 2.30)Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν σχεθέμεν O. 1.71
ἱερὸν ἔσχον οἴκημα ποταμοῦ O. 2.9
Ἄργει τ' ἔσχεθε κῦδος ἀνδρῶν O. 9.88
ἔσχον δ' Ἀμύκλας ὄλβιοι Πινδόθεν ὀρνύμενοι P. 1.65
[ ἐξαίρετον ἔχε μόχθον (Th. Mag.: ἔσχε codd.: ἕλε Mosch) P. 2.30] ( Ἀρκεσίλαν)ἔχοντα Πυθωνόθεν τὸ καλλίνικον λυτήριον δαπανᾶν μέλος χαρίεν P. 5.105
σὺν δ' ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν, ἅντινα σχήσοι τις ἡρώων ( σχήσει v. l.) P. 9.116Ὀλυμπίᾳ τ' ἀγώνων πολυφάτων ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις P. 11.48
Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων N. 10.24
ὕπατον δ' ἔσχεν Πίσα Ἡρακλέος τεθμόν N. 10.32
μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθ, ὅσον ὀργὰν λτ;γτ;εινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν ἔσχεν I. 2.37
ἐρικυδέα τ' ἔσχον Δᾶλον Pae. 5.39
Μοῖσαι, τοῦτον ἔσχετ[ε τεθ]μόν Pae. 6.57
10 be able c. inf.ἔχω καλά τε φράσαι O. 13.11
τὺ δὲ σάφα νιν ἔχεις ἐλευθέρᾳ φρενὶ πεπαρεῖν P. 2.57
οὐκ ἔχω εἰπεῖν τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον ὤρεξε N. 7.56
, cf. I. 5.4711 intrans.,a c. adv., fare ἠὺ δ' ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν (Hermann: εὖ δ(ὲ) ἔχοντες codd.: εὖ δὲ τυχόντες Boeckh) O. 5.16b without adv., keep, stayἥμερον ὄφρα κατ' οἶκον ὁ Φοίνιξ ὁ Τυρσανῶν τ ἀλαλατὸς ἔχῃ P. 1.72
v. E. Fraenkel, Horace, 279, 3.12 med., c. gen.,a cling to, be held by δράκοντος δ' εἴχετο λαβροτατᾶν γενύων (sc. δέρμα λαμπρόν) P. 4.244b met., lay hold of, set oneself to εἴχετ' ἔργου (sc. Ἰάσων) P. 4.23313 frag. εἶχε Πα. 7C. a. 3. ]σχήσει πολι[ Pae. 21.17
τί κέ τις ἐσχ[ Δ. 4b. 11. ] ν ἰων ἕχον[ ?fr. 345. 12. -
12 κέχλαδα
1 swella of sound, ring out = ψοφεῖν Hesych.καλλίνικος ὁ τριπλόος κεχλαδώς O. 9.2
ἐν δὲ κέχλαδ[εν] κρόταλ' αἰθομένα τε δαὶς ὑπὸ ξανθαῖσι πεύκαις (schema Pindaricum with zeugma: [εν] supp. Schr.: [ον] G-H) Δ. 2. 10.b blossom met. διδύμους υἱοὺς κεχλάδοντας ἥβᾳ ( πληθύοντας Σ: in the full bloom of youth) P. 4.179 -
13 λευκός
1 whiteλευκῷ σὺν γάλακτι N. 3.77
στάλαν θέμεν Παρίου λίθου λευκοτέραν N. 4.81
Μοῖσά τοι κολλᾷ χρυσόν, ἔν τε λευκὸν ἐλέφανθ' ἁμᾶ N. 7.78
ἀπὸ μὲν λευκὸν γάλα ὤθεον fr. 166. 3. met., “ Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασίν” (sign. dub.: cf. Hesych.,λευκῶν πραπίδων· κακῶν φρενῶν P. 4.109
cf. διάλευκος. -
14 μελικτάς
1 singer (of dolphins?) μελικτὰς ὁδοιπόρους θαλάσσας (Meineke: μέλιγγας ὄλοιτο παῖς Hesych., Pindaro tribuit Latte) ?fr. 340. -
15 μναμονόος
1 unforgetting Hesych., μνανοοι· μοῦσαι. μνηστῆρες ( μναμονόοι coni. Meineke, Pindaro attribuit Latte) ?fr. 341. -
16 μωιδῶν
? Παρθένεια β: καὶ μωιδων θηλυ[ ex Herodiani καθ. προς. edd. Hunger, JOE ByzG, 1967, 5 cll. Hesych. μωδεῖ· λαλεῖ, ᾄδει. -
17 ὁδοιπόρος
1 traveller μελικτὰς ὁδοιπόρους θαλάσσας (Meineke, Alberti: μέλιγγας ὄλοιτο παῖς Hesych.) ?fr. 340. -
18 περιδινέω
1 whirl around ( Ἀπόλλων) περιδινηθεὶς ἐπῇεν γᾶν (dubitanter supp. Snell; cll. Hesych., περιδινεῖσθαι· περικινεῖσθαι: προ[......]ις, [....]ινηθείς codd. Strabonis, nisi πε(ρι) κινηθεὶς unus cod.̆{im}) fr. 51a. -
19 χλαρός
χλᾱρός, sens. dub., ? -
20 ὥρα
ὥρα (ὥρα, -ας, -ᾳ, -α, -αι, -ᾶν, ὥραισι, -ας.)a time, hour ὥρα γὰρ συνάπτει (i. e. the limited time) P. 4.247τὰ μακρὰ δ' ἐξενέπειν ἐρύκει με τεθμὸς ὧραί τ ἐπειγόμεναι N. 4.34
ὅν τε κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα Ζηνὸς Ἀλεῖοι (οἳ τὰς ὥρας καὶ τὸν καιρὸν τοῦ Ὀλυμπιακοῦ ἀγῶνος ἐκήρυσσον, καθ' ἃς ἐτελεῖτο Σ.) I. 2.23b appointed timeπρὸς Πιτάναν δὲ παρ' Εὐρώτα πόρον δεῖ σάμερον ἐλθεῖν ἐν ὥρᾳ O. 6.28
“ πρὶν ὥρας” P. 4.43c youthful bloom, youthfulnessἰδέᾳ τε καλὸν ὥρᾳ τε κεκραμένον O. 10.104
ὦ παῖδες, ἐρατειναῖς ἐν εὐναῖς μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι fr. 122. 8, cf. N. 8.1d pro pers., s., Youthfulnessὥρα πότνια, κάρυξ Ἀφροδίτας ἀμβροσιᾶν φιλοτάτων N. 8.1
esp., pl., the Seasons, daughters of Zeus and Themis,Ζεῦ· τεαὶ γὰρ ὧραι ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μ' ἔπεμψαν O. 4.1
πολλὰ δ' ἐν καρδίαις ἀνδρῶν ἔβαλον ὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθ O. 13.17
“ εὐθρόνοις ὥραισι καὶ Γαίᾳ” (as the foster mothers of Aristaios) P. 9.60 ἁ δὲ (sc. Θέμις) τὰς χρυσάμπυκας ἀγλαοκάρπους τίκτεν ἀλαθέας ὥρας (Boeckh ex Hesych.: ἀγαθὰ σωτῆρας codd. Clem. Alex.) fr. 30. 6. ὁ παντελὴς Ἐνιαυτὸς ὧραί τεΘεμίγονοι Pae. 1.6
φοινικοεάνων ὁπότ' οἰχθέντος ὡρᾶν θαλάμου εὔοδμον ἐπάγοισιν ἔαρ φυτὰ νεκτάρεα fr. 75. 14.
См. также в других словарях:
Hesych — Hesychios (griechisch Ἡσύχιος, latinisiert Hesychius, eingedeutscht Hesych) ist der Name folgender Personen: Hesychios von Alexandria, griechischer Lexikograf Hesychios von Milet, spätantiker Geschichtsschreiber Flavius Asklepiades Hesychius,… … Deutsch Wikipedia
hesych — o (G). Still, quiet … Dictionary of word roots and combining forms
ИСИХИЙ ИЕРУСАЛИМСКИЙ — [греч. ῾Ησύχιος, πρεσβύτερος ῾Ιεροσολύμων] (2 я пол. IV в. ок. 451), прп., пресвитер (пам. 28 марта, согласно Месяцеслову имп. Василия II; 22 сент., согласно Палестино грузинскому календарю; а также в Соборе всех прп. отцов в субботу сырной… … Православная энциклопедия
ИОАНН ЛЕСТВИЧНИК — [греч. ᾿Ιωάννης τῆς Κλίμακος] (VI VII вв.), прп. (пам. 30 марта и в 4 ю Неделю Великого поста), игум. Синайского монастыря, автор классического произведения визант. аскетической письменности «Лествица Божественного восхождения». Житие Основным… … Православная энциклопедия
DIONYSIA — I. DIONYSIA martyrio apud Alexandriam sub Decio coronata, A. C. 251. II. DIONYSIA matrona Christiana, persecutione Hunerici Vandalorum Regis una cum filio Maiorico, ad necem quaesita, hunc ad mortem raptum sic consolata est, Memento Fili, te… … Hofmann J. Lexicon universale
Hesychios von Alexandria — war ein antiker griechischer Philologe und Lexikograf. Er verfasste ein Lexikon der griechischen Sprache und ihrer Dialekte. Inhaltsverzeichnis 1 Leben 2 Werk 3 Ausgaben 4 Literatur … Deutsch Wikipedia
ELEUSINIA — Inter omnia Graecorum sacra, tanta semper fuit Eleusiniorum religio, ut commune mysteriorum nomen illis veluti proprium ab Auctoribus tribuatur, ideoqueve de iis paulo fusius agendum. Eleusinia vero sic dicta sunt, ab Eleusi Atticae opp. cuius… … Hofmann J. Lexicon universale
PHRYGIONES — οἱ βελονοποικιλταὶ, acupictores, dicti Veterib. quos hodie Galli Brodeurs vocant, sicut iisdem opus phrygionicum dicitur ovurage en broderie. Hi variis argumentis vestes, pulvinaria, stragula, soliaria et coetera id genus depingebant. Verro apud… … Hofmann J. Lexicon universale
ACADEMIA — etsi usu commune, sive, ut vulgoloquuntur, appellativum factum sit, proprie tamen ita dicebatur nemorosus extra Athenas locus, in quo Philosophiam primus docuir Plato. Sunt qui derivent ab ἑκὰς et δρ῀μος, seorsim a populo; remore scil. a populari … Hofmann J. Lexicon universale
ADONIS — I. ADONIS idis, fil. Cynarae, Cypriorum regis, et Myrrhae eius filiae, quem Venus in deliciis habuit. Hic dum in Idalio nemore venabatur, primô aetatis flore, apri dente sub inguine perenssus periit, atque a Vevere post multas lacrimas in florem… … Hofmann J. Lexicon universale
CALLA — apud Plin. l. 27. c. 8. duorum generum est: una sinnlis aro alterum genus eius quidam anchusam vecant radice rubr â etc. a Graeco κάλλη, quod homonymum. De purpureo enim colore vocem alias usurpat Hesych. Καλλιάνθη, πορφυρᾶ, lege κάλλη, ἄνθη,… … Hofmann J. Lexicon universale