Перевод: с греческого на все языки

со всех языков на греческий

αἰδώς

  • 121 ἀρετά

    ᾰρετά (-ά, -ᾶς, -ᾷ, -άν; -αί, -ᾶν, -αῖς, -αῖσιν), - άς)
    a distinction, talent, excellence, rarely of purely moral qualities.

    δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν O. 1.13

    γνησίαις ἐπ' ἀρεταῖς O. 2.11

    ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος O. 2.53

    ἐν δ' ἀρετὰν ἔβαλεν καὶ χάρματ ἀνθρώποισι προμαθέος αἰδώς O. 7.43

    οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά P. 1.94

    ἀρετᾷ κεκραμένον καθαρᾷ (sc. πλοῦτον) P. 5.2 ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν filial devotion P. 6.42

    ξυναῖσι δ' ἀμφ ἀρεταῖς τέταμαι P. 11.54

    ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς ὁ θνατὸς αἰών N. 3.74

    ἐμοὶ δ' ὁποίαν ἀρετὰν ἔδωκε Πότμος ἄναξ, εὖ οἶδ ὅτι χρόνος τελέσει N. 4.41

    ἀρχαῖαι δ' ἀρεταὶ ἀμφέροντ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος N. 11.37

    Ὅμηρος αὐτοῦ (= Αἴαντος)

    ὀρθώσαις ἀρετὰν I. 4.38

    ἄγει τ' ἀρετὰν οὐκ αἴσχιον φυᾶς I. 7.22

    καὶ νεαρὰν ἔδειξαν σοφῶν στόματ' ἀπείροισιν ἀρετὰν Ἀχιλέος I. 8.48

    κατερεῖς πόθεν ἔλαβες ναυπρύτανιν δαίμονα καὶ τὰν θεμίξενον ἀρετ[άν Pae. 6.131

    παντὶ δ' ἐπὶ φθόνος ἀνδρὶ κεῖται ἀρετᾶς Παρθ. 1.. εὐθεῖα δὴ κέλευθος ἀρετὰν ἑλεῖν fr. 108a. 3. οὐ κό]ρῳ ἀλλ' ἀρετᾷ (supp. Lobel) fr. 169. 15. ἀρχὰ μεγάλας ἀρετᾶς, ὤνασσ' Ἀλάθεια fr. 205. 1. τιθεμένων ἀγώνων πρόφασις ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον fr. 228.
    b esp. physical excellence, valour, prowess

    ἀγῶνα νέμειν ἀνδρῶν τ' ἀρετᾶς πέρι O. 3.37

    προξενίᾳ δ' ἀρετᾷ τ ἦλθον τιμάορος Ἰσθμίαισι Λαμπρομάχου μίτραις O. 9.83

    πολλοὶ δὲ διδακταῖς ἀνθρώπων ἀρεταῖς κλέος ὤρουσαν ἀρέσθαι O. 9.100

    θάξαις δέ κε φύντ' ἀρετᾷ ποτὶ πελώριον ὁρμάσαι κλέος O. 10.20

    ὕμνον τὸν ἐδέξαντ' ἀμφ ἀρετᾷ P. 1.80

    ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ εὐαχέα βασιλεῦσιν ὕμνον ἄποιν' ἀρετᾶς P. 2.14

    ἀμφ' ἀρετᾷ κελαδέων P. 2.62

    ἁ δ' ἀρετὰ κλειναῖς ἀοιδαῖς χρονία τελέθει P. 3.114

    φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς εὑρέσθαι P. 4.187

    μεγαλᾶν δ' ἀρετᾶν δρόσῳ μαλθακᾷ ῥανθεισᾶν κώμων ὑπὸ χεύμασιν (v. l. μεγάλαν δ' ἀρετὰν ῥανθεῖσαν) P. 5.98

    ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις τὰ μέγιστ' ἀέθλων ἕλῃ P. 10.23

    ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς ἦλθον N. 6.23

    ἀρετᾷ κριθεὶς εὔδοξος ἀείδεται Σωγένης N. 7.7

    εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν N. 9.54

    λάμπει δὲ σαφὴς ἀρετὰ ἔν τε γυμνοῖσι σταδίοις σφίσιν I. 1.22

    εἰ δ' ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν (ἀρετά, ἀρεταί Σ̆{γρ}.) I. 1.41

    μήτ' ἀρετάν ποτε σιγάτω πατρῴαν I. 2.44

    τὶν δ' ἐν Ἰσθμῷ διπλόα θάλλοισ ἀρετά, Φυλακίδα, κεῖται, Νεμέᾳ δὲ καὶ ἀμφοῖν Πυθέᾳ τε, παγκρατίου I. 5.17

    οἷοι δ' ἀρετὰν δελφῖνες ἐν πόντῳ sc. the Aiginetans with their ships I. 9.6
    c reputation, renown for prowess, glory

    ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα O. 7.89

    μαιομένων μεγάλαν ἀρετὰν θυμῷ λαβεῖν O. 8.6

    πύκταν τέ νιν καὶ παγκρατίῳ (v. l. — ίου)

    φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν νικῶντ' ἀρετάν N. 5.53

    αὔξεται δ' ἀρετά (sic codd., v. αὔξεται) N. 8.40

    ἀνδρῶν δ' ἀρετὰν σύμφυτον οὐ κατελέγχει I. 3.13

    καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν I. 4.13

    d pl., deeds of prowess, achievements, exploits

    ἀρεταῖσι μεμαότας υἱούς O. 1.89

    στέφανόν τ' ἀρετᾶν O. 3.18

    πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων O. 3.43

    τόνδε κῶμον χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν O. 4.10

    ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον δέκευ O. 5.1

    ἀμφ' ἀρεταῖσι πόνος δαπάνα τε μάρναται O. 5.15

    ἀκίνδυνοι δ' ἀρεταὶ οὔτε παῤ ἀνδράσιν οὔτ ἐν ναυσὶ κοίλαις τίμιαι O. 6.9

    τιμῶντες δ' ἀρετὰς ἐς φανερὰν ὁδὸν ἔρχονται O. 6.72

    θάλλει δ' ἀρεταῖσιν O. 9.16

    τέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς O. 11.6

    ἄκραις ἀρεταῖς ὑπερελθόντων O. 13.15

    ἐν ἡρωίαις ἀρεταῖσιν οὐ ψεύσομ' ἀμφὶ Κορίνθῳ O. 13.51

    ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς P. 1.41

    v. P. 5.98 supra b.

    ἁ δικαιόπολις ἀρεταῖς κλειναῖσιν Αἰακιδᾶν θιγοῖσα νᾶσος P. 8.22

    ἀρεταὶ δ' αἰεὶ μεγάλαι πολύμυθοι P. 9.76

    κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς N. 1.9

    ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις N. 1.34

    ἀεθλονικία δὲ μάλιστ' ἀοιδὰν φιλεῖ, στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν N. 3.8

    παλαιαῖσι δ' ἐν ἀρεταῖς γέγαθε Πηλεὺς ἄναξ N. 3.32

    μυριᾶν δ' ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται N. 3.42

    ἐπεί σφιν Αἰακίδαι ἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας N. 6.47

    θρασύ μοι τόδ' εἰπεῖν φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων οἴκοθεν N. 7.51

    φλέγεται δ (sc. Ἄργος)

    ἀρεταῖς μυρίαις ἔργων θρασέων ἕνεκεν N. 10.2

    Ζεῦ, μεγάλαι δ' ἀρεταὶ θνατοῖς ἕπονται ἐκ σέθεν I. 3.4

    ὦ Μέλισσ, εὐμαχανίαν γὰρ ἔφανας

    Ἰσθμίοις, ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν I. 4.3

    τετείχισται δὲ πάλαι πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν I. 5.45

    εἰ γάρ τις ἀνθρώπων πράσσει θεοδμάτους ἀρετὰς I. 6.11

    ἐμοὶ δὲ μακρὸν πάσας ἀναγήσασθ' ἀρετάς I. 6.56

    διαγινώσκομαι μὲν ἀρεταῖς ἀέθλων Ἑλλανίσιν (hypallage: exploits in the games of Greece.)

    Πα.. 22. ]ειν ἀπείρονας ἀρετὰς[ Αἰακ]ιδᾶν Pae. 6.176

    e fragg. ]

    ἀρετα[ Pae. 8.89

    ]ἀρετάν τε νέμεις[ ?fr. 333d. 25.

    Lexicon to Pindar > ἀρετά

  • 122 γάρ

    γάρ particle, always in second or third position.
    1 not joined with other particles.
    a gives reason for what precedes.

    ἔστι δ' ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά. μείων γὰρ αἰτία O. 1.35

    λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτ' ἄν. ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνᾴσκει O. 2.19

    (If a man had the qualities I describe, he would be celebrated.) ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ' ἔχων Σωστράτου υἱός (but cf. h infra) O. 6.8

    ὄτρυνον νῦν ἑταίρους, Αἰνέα,. ἐσσὶ γὰρ ἄγγελος ὀρθός O. 6.90

    ἀσκεῖται Θέμις ἔξοχ' ἀνθρώπων (sc. in Aigina). ὅτι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ, ὀρθᾷ διακρῖναι φρενὶ δυσπαλές because Aigina is a great commercial stateand is bound to reverence the rule of righteous dealing, Sandys O. 8.23

    πάγον Κρόνου προσεφθέγξατο· πρόσθε γὰρ νώνυμνος O. 10.50

    Ἱμέραν εὐρυσθενἔ ἀμφιπόλει, σώτειρα Τύχα. τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαὶ νᾶες (cf. f infra) O. 12.3 ναυσιφορήτοις δ' ἀνδράσι πρώτα χάρις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γὰρ καὶ

    τελευτᾷ φερτέρου νόστου τυχεῖν P. 1.34

    ἐμὲ δὲ χρεὼν φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν. εἶδον γὰρ Ἀρχίλοχον P. 2.54

    ἱκόμαν οἴκαδ'. πεύθομαι γάρ νιν Πελίαν ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέωνP. 4.109 ἔλπετο δ' οὐκέτι οἱ κεῖνον γε πράξασθαι πόνον. κεῖτο γὰρ ( δέρμα sc.)

    λόχμᾳ P. 4.244

    μακρά μοι νεῖσθαι κατ' ἀμαξιτόν· ὥρα γὰρ συνάπτει P. 4.247

    θεόθεν ἐραίμαν καλῶν, δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ. τῶν γὰρ ἀνὰ πόλιν εὑρίσκων τὰ μέσα μεκροτέρῳ ὄλβῳ τεθαλότα, μέμφομ' αἶσαν τυραννίδων P. 11.52

    ἵκετ' ὀξείαις ἀνίαισι τυπείς· τὸ γὰρ οἰκεῖον πιέζει πάνθ ὁμῶς N. 1.53

    ἔστα δὲ θάμβει δυσφόρῳ τερπνῷ τε μιχθείς. εἶδε γὰρ N. 1.56

    ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γὰρ μένοντ' ἐπ Ἀσωπίῳ μελιγαρύων τέκτονες κώμων νεανίαι N. 3.3

    ἀπότρεπε αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός· ἄπορα γὰρ λόγον Αἰκακοῦ παίδων τὸν ἅπαντά μοι διελθεῖν N. 4.71

    εὔθυν' ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων εὐκλέα· παροιχομένων γὰρ ἀνέρων N. 6.29

    ἀμπνέων τε πρίν τι φάμεν. πολλὰ γὰρ πολλᾷ λέλεκται, νεαρὰ δ' ἐξευρόντα δόμεν βασάνῳ ἐς ἔλεγχον ἅπας κίνδυνος N. 8.20

    ἀλλ' ἐπέων γλυκὺν ὕμνον πράσσετε. τὸ κρατήσιππον γὰρ ἐς ἅρμ ἀναβαίνων αὐδὰν μανύει N. 9.4

    ἔργα τε πολλὰ μενοινῶντες· δέδεται γὰρ ἀναιδεῖ ἐλπίδι γυῖα N. 11.45

    οἱ μὲν πάλαι ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους · ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής τω τότ' ἦν I. 2.6

    ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος· ὦ Μέλισσ, εὐμαχανίαν γὰρ ἔφανας I. 4.2

    δαπάνᾳ χαῖρον ἵππων. τῶν ἀπειράτων γὰρ ἄγνωτοι σιωπαί I. 4.30

    προφρόνων Μοισᾶν τύχομεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων καὶ Μελίσσῳ. τόλμα γὰρ εἰκὼς θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων ἐν πόνῳ I. 4.45

    ἐμοὶ δὲ μακρὸν πάσας ἀναγήσασθ' ἀρετάς· Φυλακίδᾳ γὰρ ἧλθον, ὦ Μοῖσα, ταμίας Πυθέᾳ τε κώμων I. 6.57

    κώμαζ' ἔπειτεν Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ νίκαν παγκρατίου I. 7.21

    ἄλοχον

    εὐειδέα θέλων ἑκάτερος ἑὰν ἔμμεν. ἔρως γὰρ ἔχεν I. 8.29

    τὸν αἰνεῖν ἀγαθῷ παρέχει· ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν I. 8.70

    ἐν ζαθέῳ με δέξαι χρόνῳ. ὕδατι γὰρ ἐπὶ χαλκοπύλῳ ἦλθον ἔταις ἀμαχανίαν ἀλέξων Pae. 6.7

    ἀγῶνα Λοξίᾳ καταβάντ' εὐρὺν ἐν θεῶν ξενίᾳ. θύεται γὰρ ἀγλαᾶς ὑπὲρ Πανελλάδος Pae. 6.62

    πιστὰ δ Ἀγασικλέει μάρτυς ἤλυθον ἐς χορὸν ἐσλοῖς τε γονεῦσιν ἀμφὶ προξενίαισι. τίμαθεν γὰρ (Wil.: τιμαθέντας Π.) Παρθ. 2.. ἀσκὸς δ' οὔτε τις ἀμφορεὺς ἐλίνυεν δόμοις. πέλλαι γὰρ ξύλιναι πίθοι τε πλῆσθεν *fr. 104b. 5.* πρέπει δ' ἐσλοῖσιν ὑμνεῖσθαι. τοῦτο γὰρ ἀθανάτοις τιμαῖς ποτιψαύει fr. 121. 3.
    b gives an explanation of what precedes. αἴτει πανδόκῳ ἄλσει σκιαρόν τε φύτευμα. ἤδη γὰρ αὐτῷ ἀντέφλεξε Μήνα i. e. for by now all else was ready O. 3.19

    νίσεται σὺν παισὶ Λήδας. τοῖς γὰρ ἐπέτρεπεν ἀγῶνα νέμειν O. 3.36

    ζεῦξον ἤδη μοι σθένος ἡμιόνων. κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι ταύταν ἐπίστανται O. 6.25

    ἅπαντας ἐν οἴκῳ εἴρετο παῖδα τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν πατρός O. 6.49

    ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν. κουφότεραι γὰρ ἀπειράτων φρένες O. 8.61

    χαρίτων νέμομαι κᾶπον· κεῖναι γὰρ ὤπασαν τὰ τέρπν O. 9.28

    ἄνευ δὲ θεοῦ, σεσιγαμένον οὐ σκαιότερον χρῆμ' ἕκαστον. ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ περαίτεραι i. e. since we are gifted in different directions O. 9.104

    τὰν ὀλβίαν Κόρινθον. ἐν τᾷ γὰρ Εὐνομία ναίει O. 13.6

    ἀνάγνωτέ μοι Ἀρχεστράτου παῖδα. γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθ O. 10.3

    ἐρύκετον ψευδέων ἐνιπὰν ἀλιτόξενον. ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος ἐμὸν καταίσχυνε βαθὺ χρέος O. 10.7

    May my poetry be effective.

    Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼν Ὀλιγαιθίδαισίν τ' ἔβαν ἐπίκουρος O. 13.96

    τόνδε κῶμον ἐπ' εὐμενεῖ τύχᾳ κοῦφα βιβῶντα. Λυδῷ γὰρ Ἀσώπιχον ἐν τρόπῳ ἐν μελέταις τ ἀείδων ἔμολον O. 14.17

    καιρὸν εἰ φθέγ-

    ξαιο, μείων ἕπεται μῶμος ἀνθρώπων. ἀπὸ γὰρ κόρος ἀμβλύνει αἰανὴς ταχείας ἐλπίδας P. 1.82

    With the help of Artemis he mastered his horses.

    ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ τίθησι κόσμον P. 2.9

    νεφέλᾳ παρελέξατο ψεῦδος γλυκὺ μεθέπων. εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν Οὐρανιᾶν θυγατέρι Κρόνου P. 2.38

    αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον· τότε γὰρ μεγάλας ἐξανίστανται ΛακεδαίμονοςP. 4.48

    Μοίσαισι δώσω καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ κεῖνο πλευσάντων Μινυᾶν θεόπομποί σφισιν τιμαὶ φύτευθεν P. 4.68

    οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν οὐδ' ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼ καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημP. 4.148 κινηθμὸν ἀμαιμάκετον ἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσανP. 4.209

    ἀκηράτοις ἁνίαις. κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν P. 5.34

    ἔχεις καὶ πεδὰ μέγαν κάματον λόγων φερτάτων μναμήἰ· ἐν τεσσαράκοντα γὰρ πετόντεσσιν ἁνιόχοις ὅλον δίφρον κομίξαις P. 5.49

    Ἡσυχία, τιμὰν Ἀριστομένει δέκευ. τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς ἐπίστασαι P. 8.6

    τὸ δὲ οἴκοθεν ἀντία πράξει. μόνος γὰρ ἐκ Δαναῶν στρατοῦ θανόντος ὀστέα λέξαις υἱοῦP. 8.52 θεῶν δ' ὄπιν ἄφθονον αἰτέω, λτ;γτ;έναρκες, ὑμετέραις τύχαις. εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ, πολλοῖς σοφὸς δοκεῖ but ultimately it is god who is responsible for good fortune P. 8.73

    Ἱπποκλέᾳ θέλοντες ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα· γεύεται γὰρ ἀέθλων P. 10.7

    κώπαν σχάσον. ἐγκωμίων γὰρ ἄωτος ὕμνων ἐπ' ἄλλοτ ἄλλον ὥτε μέλισσα θύνει λόγον P. 10.53

    χρὴ δ' ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ. πράσσει γὰρ ἔργῳ μὲν σθένος, βουλαῖσι δὲ φρήν N. 1.26

    I had rather be generous to my friends than miserly. κοιναὶ γὰρ ἔρχοντ' ἐλπίδες πολυπόνων ἀνδρῶν (but cf. Σ: ἐλπίδος ποτὲ διαπεσὼν τῆς ἴσης τύχοι ἂν ἀμοιβῆς) N. 1.32

    κτείνοντ' ἐλάφους ἄνευ κυνῶν δολίων θ ἑρκέων. ποσσὶ γὰρ κράτεσκε N. 3.52

    τὸ δ' ἐναντίον ἔσκεν· πολλὰ γάρ μιν παντὶ θυμῷ παρφαμένα λιτάνευεν N. 5.31

    ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων πατροπάτορος ὁμαιμίοις. κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν N. 6.17

    εὔδοξος ἀείδεται Σωγένης. πόλιν γὰρ φιλόμολπον οἰκεῖ N. 7.9

    εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρον' αἰτίαν ῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαὶ σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι N. 7.12

    βασιλῆα δὲ θεῶν πρέπει δάπεδον ἂν τόδε γαρυέμεν ἡμέρᾳ ὀπί. λέγοντι γὰρ Αἰακόν μιν φυτεῦσαι N. 7.84

    λευκανθέα σώμασι πίαναν καπνόν· ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας N. 9.24

    ἴστω λαχὼν ὄλβον. εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται κῦδος, οὐκ ἔστι πρόσωθεν N. 9.46

    ἀξιωθείην κεν Ἄργει μὴ κρύπτειν φάος ὀμμάτων. νικαφορίαις γὰρ ὅσαιςἱπποτρόφον ἄστυ τὸ Προίτοιο θάλησενN. 10.41

    ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετ' ὀξύτατον ὄμμα N. 10.62

    οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων. οὐ γὰρ πάγος οὐδὲ προσάντης ἁ κέλευθος γίνεται, εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων I. 2.33

    ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν εὐκλέων ἔργων. ἐν ὕπνῳ γὰρ πέσεν I. 4.23

    ἔστιν δ' ἀφάνεια τύχας καὶ μαρναμένων. τῶν τε γὰρ καὶ τῶν διδοῖ I. 4.33

    Homer has perpetuated the fame of Aias.

    τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴτῃ τι I. 4.40

    We sing the praise of the victorious sons of Lampon.

    εἰ γάρ τις ἀνθρώπων πράσσει θεοδμάτους ἀρετὰς, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου βάλλετ' ἄγκυραν I. 6.10

    τιμὰ δ' ἀγαθοῖσιν ἀντίκειται. ἴστω γὰρ σαφὲς ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων I. 7.27

    τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ βλέπειν χρῆμα πάν. δόλιος γὰρ αἰὼν ἐπ' ἀνδράσι κρέμαται I. 8.14

    ἐπέων δὲ καρπὸς οὐ κατέφθινε· φαντὶ γὰρ ξύν' ἀλέγειν καὶ γάμον Θέτιος ἄνακτας I. 8.46

    ἔλαθεν οὐδὲ τὸν εὐρυφαρέτραν ἑκαβόλον· ὤμοσε [γὰρ θ]εὸς (supp. Housman) Πα.. 112. ἐπεύχομαι εὐμαχανίαν διδόμεν. τυφλα[ὶ γὰρ] ἀνδρῶν φρένες, ὅστις ἄνευθ' Ἐλικωνιάδων ἐρευνᾷ σοφίας ὁδόν Πα. 7 B. 18. Δαμαίνας παῖ, ἁγέο. τὶν γὰρ εὔφρων ἕψεται πρώτα θυγάτηρ ὁδοῦ Παρθ. 2. 67. The soul survives the body. τὸ γάρ ἐστι μόνον ἐκ θεῶν fr. 131b. 2.
    c introduces narrative in elaboration of what precedes.—

    δέξαιτόνδε κῶμον. ψαύμιος γὰρ ἵκει ὀχέων, ὅς O. 4.10

    ἔμαθε δὲ σαφές· εὐμενέσσι γὰρ παρὰ Κρονίδαις γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον P. 2.25

    ἔσχε τοι ταύταν μεγάλαν ἀυάταν καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένου P. 3.25

    φαμὶ διδασκαλίαν Χίρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαιP. 4.102δύνασαι δ' ἀφελεῖν μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι ΦρίξοςP. 4.159

    σπέρμ' ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον ἆμαρ ἢ νύκτες· τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν P. 4.256

    ἐπέγνω μὲν Κυράνα δικαιᾶν Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος P. 4.281

    ἔχοντι τὰν ( Κυράναν sc.)

    χαλκοχάρμαι ξένοι Τρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον P. 5.83

    Ἀντίλοχος ἀναμείναις Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμ' ἐπέδα P. 6.32

    ἴτω τεὸν χρέος, ὦ παῖ. παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς P. 8.35

    ἄκουσεν Δαναόν ποτ' ἐν Ἄργει οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι ὠκύτατον γάμον. ἔστασεν γὰρ P. 9.114

    τυφλὸν δ' ἔχει ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς ὁ καρτερὸς Αἴας ἔπαξε N. 7.24

    πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν· ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων ἤθελον N. 8.9

    ἄμφαινε κυδαίνων πόλιν. φεῦγε γὰρ Ἀμφιαρῆ ποτὲ N. 9.13

    φθιμένου Κάστορος ἐν πολέμῳ. τὸν γὰρ Ἴδας ἔτρωσεν N. 10.60

    καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός· αὐτίκα γὰρ

    ἦλθε Λήδας παῖς N. 10.65

    ἐθέλω ἢ Καστορείῳ ἢ Ἰολάοἰ ἐναρμόξαι μιν ὕμνῳ. κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι I. 1.17

    ἤρχετο μόροιο κάρυξ. ἦν γάρ τι παλαίφατον[ fr. 140a. 69 (43) introducing argument, proof, example: It is easy for a poet to praise a man for his labours.

    μισθὸς γὰρ ἄλλοις ἄλλος ἐπ' ἔργμασιν ἀνθρώποις γλυκὺς. ὃς δ ἀμφ ἀέθλοις ἄρηται κῦδος ἁβρόν, εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται I. 1.47

    You Graces are a source of pleasure to men.

    οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ κοιρανέοντι χοροὺς οὔτε δαῖτας O. 14.8

    μέγιστον δ' αἰόλῳ ψεύδει γέρας ἀντέταται. κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν N. 8.26

    cf. N. 7.24
    d after a verb of announcing or simm.

    κοινὸν λόγον φίλαν τείσομεν ἐς χάριν. νέμει γὰρ Ἀτρέκεια πόλιν O. 10.13

    Χάριτες, κλῦτ' ἐπεὶ εὔχομαι· σὺν γὰρ ὑμῖν O. 14.5

    κέκλυτε. φαμὶ γὰρP. 4.14 ἀπὸ δ' αὐτὸν ἐγὼ Μοίσαισι δώσω καὶ τὸ πάγχρυσον νάκος κριοῦ. τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας; P. 4.70

    γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γὰρ P. 4.263

    ἀκούσατ. ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας ἄρουραν ἤ Χαρίτων ἀναπολίζομεν P. 6.1

    εἰρήσεταί που κἀν βραχίστοις. ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου I. 6.60

    e introduces an explanation of particular words.

    Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μείγνυον, Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν ξένιον ἄστυ κατέδρακεν N. 4.22

    ἄπιστον ἔειπ (= ἔειπα).

    αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται, ἃ φέρει δόξαν N. 9.33

    ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες. δαίμων δ' ἄισος I. 7.42

    οὐ κό]ρῳ ἀλλ' ἀρετᾷ. [ γ]ὰρ ἁρπαζομένων τεθνάμεν [[βρεϝεμαξρ] χρη]μάτων ἢ κακὸν ἔμμεναι (supp. Lobel) fr. 169. 16.
    f introduces an explanation of something not directly expressed. στρατὸν ἀκρόσοφόν τε καὶ αἰχματὰν ἀφίξεσθαι· τὸ γὰρ ἐμφυὲς οὔτ' αἴθων ἀλώπηξ οὔτ ἐρίβρομοι λέοντες διαλλάξαιντο ἦθος i. e. they are unable to behave in another way for... O. 11.19 Χαρίτων μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γάρ φαμι πόλιν τάνδ' εὐκλείξαι i. e. they did not leave me in the past for... P. 9.90 Zeus buried Amphiareus before Periklymenos struck him from behind. (He was in full flight.)

    ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν N. 9.27

    His parents' lackof ambition prevented Aristagoras competing in Ol. and Pyth. games. (I would have let him.)

    ναὶ μὰ γὰρ ὅρκον κάλλιον ἂνδηριώντωνἐνόστησ' ἀντιπάλων N. 11.24

    They won in different events. (but not in the pentathlon)

    οὐ γὰρ ἦν πενταέθλιον I. 1.26

    χρὴ δὲ πᾶν ἔρδοντ' ἀμαυρῶσαι τὸν ἐχθρόν. (Melissos had to use all means possible.)

    οὐ γὰρ φύσιν ὠαριωνείαν ἔλαχεν I. 4.49

    esp. after voc., Ζεῦ· τεαὶ γὰρ ὧραι i. e. on you I call O. 4.1 cf. O. 12.3, O. 14.5

    Φοῖβε, ἐθελήσαις ταῦτα νόῳ τιθέμεν, ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι P. 1.41

    Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δ' ἀγών N. 3.65

    g introduces explanation in parenthesis.

    ἀλλ' ὅμως, κρέσσον γὰρ οἰκτιρμοῦ φθόνος, μὴ παρίει καλά P. 1.85

    ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει P. 4.286

    ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν ἐξελέγχειν, μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς, ὅν τε N. 10.46

    Ἀμύκλαθεν γὰρ ἔβα N. 11.34

    h introduces the answer to a preceding question.

    τί μάλα τοῦτο κερδαλέον τελέθει; ἅτε γὰρ ἐννάλιον πόνον ἐχοίσας βαθὺ σκευᾶς ἑτέρας, ἀβάπτιστος εἶμι P. 2.79

    cf. O. 6.8

    ἐπεὶ τίνα πάτραν, τίνα οἶκον ναίων ὀνυμάξεαι ἐπιφανέστερον Ἑλλάδι πυθέσθαι; πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ Ἑρεχθέος ἀστῶν P. 7.9

    τί ἔλπεαι σοφίαν ἔμμεν, ἃν ὀλίγον τοὶ ἀνὴρ ὑπὲρ ἀνδρὸς ἴσχει; οὐ γὰρ ἔσθ' ὅπως τὰ θεῶν βουλεύματ ἐρευνάσει fr. 61. 3.
    i introducing a question, progressive. τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα ἐπέθηκ; O. 13.20 cf. P. 4.70
    k fragg. ἐπικράνοισι γὰρ fr. 6b. d. ἀριστεύοντα γὰρ ἐν fr. 6b. e. ἦν γὰρ τὸ πάροιθε fr. 33d. 1.

    τῶν γὰρ ἀντομένων[ Pae. 2.42

    ]γὰρ ἐπῆν πόνος[ Pae. 8.88

    ]σοφίᾳ γὰρ Pae. 14.40

    ]α μὲν γὰρ εὔχομαι Pae. 16.3

    ]ἔσσεται γὰρ ἁδυ[ Pae. 21.13

    ἀιὼν γὰρ Pae. 22.8

    ]γὰρ εὔχομαι. Δ. 1. 1. ]θαμὰ γὰρ οἰκόθεν[ Δ. 4h. 11. τὸ γὰρ πρὶν γενέ[σθαι Παρθ. 1. 2. ]ι γὰρ ὁ [Λοξ]ίας Παρθ. 2. 3. προβάτων γὰρ *fr. 104b. 1. νομάδεσσι γὰρ ἐν Σκύθαις fr. 105b. 1. πάντων γὰρ fr. 140a. 54 (28). ] γάρ σε fr. 140a. 60 (34). κεῖνοι γάρ τ' ἄνοσοι καὶ ἀγήραοι fr. 143. 1. ὁ γὰρ ἔπαινος *fr. 181* ]εν γὰρ, Ἄπολλον[ fr. 215. 8. νικώμενοι γὰρ (v. l. δέ) fr. 229. ] οντι γὰρ ανα[ ?fr. 333a. 15. ] εὔφρων γὰρ[ P. Oxy. 1792. fr. 41. οὐ γὰρ εικ[ P. Oxy. 2442. fr. 68.
    2 εἰ γάρ if only, introducing wish. — “εἰ γὰρ οἴκοι νιν βάλε, αἷμά οἱ κείναν λάβε ἄπειρονP. 4.43 with apodosis suppressed.

    εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι P. 1.46

    εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις ἥβᾳ λιπαρῷ τε γήραι διαπλέκοις εὐδαίμον' ἐόντα N. 7.98

    3 combined with other particles.
    a καὶ γάρ, καὶ γάρ.
    I for the fact is, emphasising the explanation.

    ταχέες ἔβαν· καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων P. 4.181

    ἔλπομαι δ' τὸν Ἱπποκλέαν θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις, νέαισίν τε παρθένοισι μέλημα. καὶ γὰρ ἑτέροις ἑτέρων ἕρωτες ἔκνιξαν φρένας P. 10.59

    καί τινα φᾶσέ νιν δώσειν μόρῳ· καὶ γὰρ βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν ἔνεπεν N. 1.67

    ἀθανάτοις Αἰνησιδάμου παῖδες ἐν τιμαῖς ἔμιχθεν. καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων οὔτε μελικόμπων ἀοιδᾶν I. 2.30

    νόμισαν χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων. καὶ γὰρ ἐριζόμεναι νᾶες ἐν πόντῳ καὶ λτ;ὑφγτ; ἅρμασιν ἵπποι διὰ τεάν, ὤνασσα, τιμὰν θαυμασταὶ πέλονται I. 5.4

    ἀνορέας ἐπέτρεψας ἕκατι

    σαόφρονος. καὶ γὰρ ὁ πόντιος Ὀρς[ιτ]ρίαινά νιν περίαλλα βροτῶν τίεν Pae. 9.47

    καὶ γὰρ:

    καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμ' ἀνέβαν φλογὸς οὔ O. 7.48

    II where the καί goes closely with what follows, and is emphatic, also, even.καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν, ἔτραπε μείλιχος ὀργὰP. 9.42

    καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισ' ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων N. 1.50

    καὶ γὰρ ἐν ἀγαθέᾳ χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν Καλλίας N. 6.34

    καὶ γάρ:

    καὶ Νεμέᾳ γὰρ ὁμῶς ἐρέω ταύταν χάριν O. 8.56

    γ. introduces example, yes and, and further

    καὶ γὰρ Ἀλκμήνας O. 7.27

    καὶ γὰρ βιατὰς Ἄρης P. 1.10

    μὴ φθόνει κόμπον τὸν ἐοικότ' ἀοιδᾷ κιρνάμεν ἀντὶ πόνων. καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ λόγον ἐκέρδαναν I. 5.26

    b introducing double reason.
    I

    τε γὰρ δέ. κακολόγοι δὲ πολῖται· ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον· ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει P. 11.29

    II

    μὲν γὰρ δέ. Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας ἔδεκτο, Πυθῶνι δ O. 2.48

    τὸ μὲν γὰρ πατρόθεν τὸ δ' ματρόθεν O. 7.23

    πολλοῖσι μὲν γὰρ ἀείδεται. τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει P. 8.25

    cf. frag. Pae. 16.3
    III

    μὲν γὰρ ἀλλά. ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι. ἀλλ' ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίνεται P. 4.272

    c γὰρ ὦν, looking to what follows, of course, but then

    ἐσσὶ γὰρ ὦν σοφός· οὐκ ἄγνωτ' ἀείδω Ἰσθμίαν ἵπποισι νίκαν I. 2.12

    d γάρ τοι emphasising general validity of the reason.

    τὶν δὲ μοῖρ' εὐδαιμονίας ἕπεται. λαγέταν γάρ τοι τύραννον δέρκεται ὁ μέγας πότμος P. 3.85

    I pray to Aiakos as I make this offering to the victors.

    σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος N. 8.17

    Lexicon to Pindar > γάρ

  • 123 δόξα

    δόξᾰ (-α, -ας, -ᾳ, -αν.)
    a opinion, thought

    ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών O. 10.63

    ὁ δὲ λόγος ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει P. 1.36

    ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν κάλλιον ἂν δηριώντων ἐνόστησ' ἀντιπάλων (κατὰ τὴν ἐμὴν δόκησιν. Σ) N. 11.24
    b reputation; fame

    ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν O. 8.64

    ὀπιθόμβροτον αὔχημα δόξας οἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύει P. 1.92

    ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν P. 2.64

    τελέαν δ' ἔχει δόξαν ἀπ ἀρχᾶς P. 8.25

    δόξαν ἱμερτὰν ἀγαγόντ' ἀπὸ Δελφῶν P. 9.75

    αὖτις ἐγεῖραι καὶ παλαιὰν δόξαν ἑῶν προγόνων P. 9.105

    τῶν εὐφροσύνα τε καὶ δόξ' ἐπιφλέγει P. 11.45

    αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται, ἃ φέρει δόξαν N. 9.34

    ἀλλὰ σὺν δόξᾳ τέλος δωδεκάμηνον περᾶσαί νιν ἀτρώτῳ κραδίᾳ N. 11.9

    ψυχὰν Ἀίδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν I. 1.68

    ἴστε μὰν Κλεωνύμου δόξαν παλαιὰν ἅρμασιν I. 3.16

    ὅσσα δ' ἐπ ἀνθρώπους ἄηται μαρτύρια φθιμένων ζωῶν τε φωτῶν ἀπλέτου δόξας I. 4.11

    σὺν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον I. 6.12

    νεῶν δὲ μέριμναι σὺν πόνοις εἱλισσόμεναι δόξαν εὑρίσκοντι fr. 227. ] δοξαν[ P. Oxy. 841. fr. 49. c. gen. δόξαν ἔχω τιν' ἐπὶ γλώσσᾳ λιγυρᾶς ἀκόνας ( a reputation for?) O. 6.82

    Lexicon to Pindar > δόξα

  • 124 ἐμβάλλω

    ἐμβάλλω ( ἐμβάλλων: impv. ἔμβαλλε: aor. ἐνέβαλε, ἐν ἔβαλεν, ἔμβαλον; ἐμβαλεῖν.)
    1 trans.
    a cast upon c. acc. & dat.

    ἄγαλμ' Ἀίδα, ξεστὸν πέτρον, ἔμβαλον στέρνῳ Πολυδεύκεος N. 10.68

    b plunge into c. acc. & dat.

    ἐμβάλλων τ' ἐριπλεύρῳ φυᾷ κέντρον αἰανὲς P. 4.235

    c inflict πολλὰ δ' ἕλκἐ ἔμβαλλε, νωμῶν τραχὺ ῥόπαλον fr. 111. 2.
    d implant in c. acc. & dat., met.

    ἐν δ' ἀρετὰν ἔβαλεν καὶ χάρματ ἀνθρώποισι προμαθέος αἰδώς O. 7.44

    e cast upon met., offer to εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρον' αἰτίαν ῥοαῖσι Μοισᾶν ἐνέβαλε (Benedictus: ἔβαλε codd.) N. 7.12
    2 intrans., c. dat.,
    a attack

    ἁλίαισιν πρύμναις Τήλεφος ἔμβαλεν O. 9.73

    b set oneself to c. dat.

    κάρυξε δ' αὐτοῖς ἐμβαλεῖν κώπαισι P. 4.201

    Lexicon to Pindar > ἐμβάλλω

  • 125 κεῖνος

    κεῑνος (-ος, -ου, -ῳ, -ον, -οι, -ων, -οις, -οισιν), -ους; -αι; κεῖνο nom., acc., acc.: ἐκεῖνος codd., O. 2.99, O. 3.31, O. 6.102, O. 10.30, O. 10.41, O. 13.76, O. 13.87, P. 3.55, N. 3.11, N. 5.22, I. 8.65, fr. 137. 1, corr. Boeckh.)
    1 that, those cf. Des Places, 67.
    a with prior reference.

    ἴδε καὶ κείναν χθόνα O. 3.31

    κεῖνα δὲ κεῖνος ἂν εἴποι ἔργα those 29 victories of the trainer Melesias O. 8.62 κεῖνον κατὰ χρόνον sc. of his victory O. 10.102 κεῖνο δ' Ἁφαίστοιο κρουνοὺς ἑρπετὸν δεινοτάτους ἀναπέμπει Typhos P. 1.25 ἄνδρα δ' ἐγὼ κεῖνον αἰνῆσαι μενοινῶν Hieron. P. 1.42 κείνας ποικιλανίους ἐδάμασσε πώλους those with which he won his victory P. 2.8 κεῖνος ὄρνιςP. 4.19 κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον” Libya P. 4.48

    ἀλλ' ἤδη τελευτὰν κεῖνος αὐταῖς ἡμιθέων πλόος ἄγαγεν P. 4.210

    ἔλπετο δ' οὐκέτι οἱ κεῖνόν γε πράξασθαι πόνον P. 4.243

    καὶ μὰν κεῖνος Ἄτλας Damophilos P. 4.289 ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί (τὸν Ἀρκεσίλαν. Σ.) P. 5.107

    κεῖνο κεῖν' ἆμαρ διαίτασεν P. 9.68

    κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς Chromios N. 1.9 ἐν πολέμῳ κείνα θεὸς ἔντυεν αὐτοῦ θυμόν ( Αἰδώς v. 33) N. 9.36 κείνων λυθέντες ( δεσμῶν supp. Wil.) fr. 35. ]αι κείνῳ χρόνῳ Δ. 4. d. 1. pro subs., emphasising some previously mentioned person or thing, ἐμὲ δὲ στεφανῶσαι κεῖνον χρή (Hieron v. 23) O. 1.101 καὶ κεῖνος, ὅσα χάρματ' ἄλλοις ἔθηκεν, τίς ἂν φράσαι δύναιτο; (Theron v. 95) O. 2.99 κεῖναι γὰρ ἐξ ἀλλᾶν ἐπίστανται ( ἡμίονοι v. 22) O. 6.25 κεῖνος κραίνει σέθεν εὐτυχίαν (Hermes v. 79) O. 6.80 θεὸς τῶνδε κείνων τε κλυτὰν αἶσαν παρέχοι (the relatives of Hagesias in Stymphalos and Syracuse, cf. οἴκοθεν οἴκαδ v. 99) O. 6.102 κείνοισι μὲν πολὺν ὗσε χρυσόν (the Rhodians v. 48: κείνοις ὁ coni. Mingarelli) O. 7.49 κεῖνα δὲ κεῖνος ἂν εἴποι ἔργα (Melesias v. 54) O. 8.62 κεῖναι γὰρ ὤπασαν τὰ τέρπν ( Χάριτες v. 27) O. 9.28 κείνων δ' ἔσαν χαλκάσπιδες ὑμέτεροι πρόγονοι ( λαοί v. 46) O. 9.53 δάμασε καὶ κείνους (Kteatos and Eurytos v. 28) O. 10.30 καὶ κεῖνος ( Αὐγέας v. 35) O. 10.41 ἀπὸ κείνου χρήσιος (Polyidos v. 75) O. 13.76 σὺν δὲ κείνῳ (Pegasos v. 86) O. 13.87 τῷ πόλιν κείναν Ἱέρων ἐν νόμοις ἔκτισσε (Aitna v. 60) P. 1.61 ἔτραπεν καὶ κεῖνον (Asklepios from v. 53) P. 3.55 τηλαυγέστερον κείνῳ φάος ἐξικόμαν κε (Hieron v. 72) P. 3.75 μετὰ γὰρ κεῖνο πλευσάντων Μινυᾶν (the golden fleece v. 69) P. 4.69 ἔπος ἐντράπελον κείνοισιν εἰπὼν” (the family of Cheiron v. 105) P. 4.105 κείνου γε κατὰ κλέος (Jason v. 123) P. 4.125 σὺν κείνοισι (with his relatives = οἱ δ v. 133) P. 4.134 κείνων φυτευθέντες” (Kretheus and Salmoneus v. 143) P. 4.144 κεῖνος γὰρ (Damophilos v. 281) P. 4.281 κεῖνόν γε καὶ (Battos v. 55) P. 5.57 κεῖνο κεῖν' ἆμαρ διαίτασεν (the marriage of Apollo and Cyrene v. 66) P. 9.68 κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν ἔννεπεν (Nereus v. 94) P. 9.95

    πολλὰ μὲν κεῖνοι δίκον φύλλ' ἔπι καὶ στεφάνους P. 9.123

    βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν ἔνεπεν ( τινα v. 64) N. 1.68 ἐγὼ δὲ κείνων τέ μιν ὀάροις λύρᾳ τε κοινάσομαι (the triumph singers v. 4) N. 3.11 κεῖνος ἀμφ' Ἀχέροντι (Kallikles v. 80) N. 4.85 πρόφρων δὲ καὶ κείνοις ἄειδ' ἐν Παλίῳ Μοισᾶν ὁ κάλλιστος χορός (Aiakidai v. 15) N. 5.22 ὡς ἦρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστου εὐνᾶς (Peleus v. 26) N. 5.30 καὶ νῦν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος (Peleus v. 36: καὶ σοῦ e Σ Christ) N. 5.43 κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν (Praxidamos v. 15) N. 6.17 ἤθελον κείνου γε πείθεσθ' ἀναξίαις ἑκόντες (Aiakos v. 8) N. 8.10 κεῖνος καὶ Τελαμῶνος δάψεν υἱὸν ( Φθόνος, from φθονεροῖσι v. 21) N. 8.23 ὁ δ' ὄλβῳ φέρτατος ἵκετ ἐς κείνου γενεάν (Amphitryon v. 13) N. 10.14 κείνου γὰρ ἐπιχθονίων πάντων γένετ' ὀξύτατον ὄμμα (Lynkeus v. 61) N. 10.62 κεῖνοι γὰρ (Kastor and Iolaos v. 16) I. 1.17 πολλὰ μὲν ἀρτιεπὴς γλῶσσά μοι τοξεύματ' ἔχει περὶ κείνων κελαδέσαι (Aiakidai v. 43) I. 5.47 πέφνεν δὲ σὺν κείνῳ Μερόπων ἔθνεα (Telamon v. 26) I. 6.31 ἐπεὶ περικτίονας ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας (Nikokles v. 64) I. 8.65 κείνοις δ' ὑπέρτατον ἦλθε φέγγος (the ancestors of the Abderitans v. 59) Πα. 2.. Διὸς παῖς ὁ χρυσός. κεῖνον οὐ σὴς οὐδὲ κὶς δάπτει fr. 222. 2. as antecedent of preceding relative clause, οἶσι δὲ Φερσεφόνα ποινὰν παλαιοῦ πένθεος δέξεται, ἐς τὸν ὕπερθεν ἅλιον κείνων ἐνάτῳ ἔτει ἀνδιδοῖ ψυχὰς πάλιν fr. 133. 2.
    b without prior reference. ( θεὸς)

    ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότ' αὖθ ἑτέροις ἔδωκεν μέγα κῦδος P. 2.89

    , cf. O. 6.102
    2 τοιοῦτος, such a one as that εἰ δ' εἴη μὲν Ὀλυμπιονίκας, βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ, τίνα κεν φύγοι ὕμνον κεῖνος ἀνήρ; O. 6.7 προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων καὶ Μελίσσῳ (τουτέστι τὸν τοιοῦτον. Σ: such as Homer lit for Aias) I. 4.43 σειρῆνα δὲ κόμπον μιμήσομ' ἀοιδαῖς κεῖνον, ὃς Ζεφύρου τε σιγάζει πνοὰς αἰψηράς Παρθ. 2. 16.

    Lexicon to Pindar > κεῖνος

  • 126 κέρδος

    κέρδος (-ος, -ει, -ος; -έων, -εσιν.)
    1 gain κέρδει δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει; ( κερδοῖ coni. Huschke) P. 2.78

    ἀλλὰ κέρδει καὶ σοφία δέδεται P. 3.54

    ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι κέρδος αἰνῆσαι πρὸ δίκας δόλιονP. 4.140 κέρδος δὲ

    φίλτατον ἑκόντος εἴ τις ἐκ δόμων φέροι P. 8.13

    ( σοφοὶ)

    οὐδ' ὑπὸ κέρδει βλάβεν N. 7.18

    αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κρύπτεται N. 9.33

    ὃς δ' ἀμφ ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν, εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται I. 1.51

    pl., μὴ δολωθῇς, ὦ φίλε, κέρδεσιν ἐντραπέλοις (locus metr. causa varie corrigitur.) P. 1.92

    κερδέων δὲ χρὴ μέτρον θηρευέμεν N. 11.47

    Lexicon to Pindar > κέρδος

  • 127 κλέπτω

    κλέπτω (κλέπτει; -ων, -οισα: aor. κλέψεν; -ψαις: pass. κλέπτεται; -όμενον.)
    a cheat ἀθανάτους (- ων v. l.)

    ὅτι κλέψαις ἁλίκεσσι συμπόταις νέκταρ ἀμβροσίαν τε δῶκεν O. 1.61

    κλέπτει τέ μιν οὐ θεὸς οὐ βροτὸς P. 3.29

    σοφία δὲ κλέπτει παράγοισα μύθοις N. 7.23

    b conceal

    οὐδ' ἔλαθ Αἴπυτον κλέπτοισα θεοῖο γόνον O. 6.36

    κλέπτων δὲ θυμῷ δεῖμα P. 4.96

    αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται, ἃ φέρει δόξαν N. 9.33

    ἀκτὶς ἀελίου, ἄστρον ὑπέρτατον ἐν ἁμέρᾳ κλεπτόμενον referring to a solar eclipse Πα.. 3. γλυκύ τι κλεπτόμενον μέλημα Κύπριδος (Arethas: βλεπτόμενον codd. Clem. Alex.) fr. 217.
    c carry off secretly κλέψεν τε Μήδειαν (sc. Jason) P. 4.250 cf. O. 1.61

    Lexicon to Pindar > κλέπτω

  • 128 κρύφα

    1 secretly

    αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται, ἃ φέρει δόξαν N. 9.33

    ------------------------------------
    1 secretly

    ἔννεπε κρυφᾷ τις O. 1.47

    νεκρὸν ἵππον στυγέοισιν λόγῳ κείμενον ἐν φάει, κρυφᾷ δὲ σκολιαῖς γένυσσιν ἀνδέροντι (Boeckh: κρύφα codd.) fr. 203. 2.

    Lexicon to Pindar > κρύφα

См. также в других словарях:

  • Αἰδῶς — αἰδώς reverence fem acc pl αἰδώς reverence fem nom/voc pl (doric aeolic) αἰδώς reverence fem gen sg (doric aeolic) …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • Αἰδώς — reverence fem nom sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • αἰδώς — reverence fem nom sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • ἀιδῶς — ἀϊδῶς , ἀιδής unseen adverbial (attic epic doric) …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • αιδώς — Τεχνητή θεότητα, που την επινόησαν οι πρώτοι φιλόσοφοι, προσωποποίηση της συστολής και της ντροπής. Ήταν μια από τις Ώρες και είχε μητέρα τη Θέμιδα και αδελφές την Ευνομία, τη Δίκη, την Ειρήνη, τη Νέμεση κλπ. Ήταν μητέρα της Σωφροσύνης, τροφός… …   Dictionary of Greek

  • αἰδῶς — αἰδώ fem acc pl αἰδώ fem nom/voc pl (doric aeolic) αἰδώ fem gen sg (doric aeolic) αἰδώς reverence fem acc pl αἰδώς reverence fem nom/voc pl (doric aeolic) αἰδώς reverence fem gen sg (doric aeolic) …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • αιδώς — η ούς, ντροπή, σεβασμός, σεμνότητα, κυρίως στη φράση: «προσβολή της δημοσίας αιδούς» (προσβολή του αισθήματος για την ντροπή που έχουν σ έναν τόπο οι περισσότεροι άνθρωποι) …   Νέο ερμηνευτικό λεξικό της νεοελληνικής γλώσσας (Новый толковании словарь современного греческого)

  • Αἰδὼς δ’ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ κομίζει. — См. Стыдливый из за стола голодный встает …   Большой толково-фразеологический словарь Михельсона (оригинальная орфография)

  • Ἴσχε γὰρ αἰδὼς καὶ δέος. — ἴσχε γὰρ αἰδὼς καὶ δέος. См. Где страх, тут и благочестие …   Большой толково-фразеологический словарь Михельсона (оригинальная орфография)

  • Ἵνα δέος, ἔνθα καὶ αἰδώς. — См. Где страх, тут и благочестие …   Большой толково-фразеологический словарь Михельсона (оригинальная орфография)

  • Αἰδοῖ — αἰδώς reverence fem voc sg αἰδώς reverence fem dat sg αἰδώς reverence fem dat sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»