Перевод: со всех языков на английский

с английского на все языки

ἡ+παῖς

  • 101 ἀνορέα

    ᾱνορέα (-ας, -ᾳ; -αις)
    1 manliness, courage

    ἀνορέας δ' οὐκ ἀμπλακὼν O. 8.67

    τοῦ μὲν ἀντίθεοι ἀρίστευον υἱέες υἱέων τ' ἀρηίφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντ ἀμφέπειν ὅμαδον I. 8.25

    ]Κάδμου στρατὸν καὶ Ζεάθου πόλιν, ἀκερσεκόμα πάτερ, ἀνορέας ἐπέτρεψας ἕκατι σαόφρονος (sc. of Teneros) Pae. 9.45 pl., manly exploits ὁ δὲ καλόν τι νέον λαχὼν ἁβρότατος ἔπι μεγάλας ἐξ ἐλπίδος πέταται ὑποπτέροις ἀνορέαις on the wings of his manly exploits P. 8.91

    ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάνεος N. 3.20

    ἀνορέαις δ' ἐσχάταισιν οἴκοθεν στάλαισιν ἅπτονθ Ἡρακλείαις I. 4.11

    Lexicon to Pindar > ἀνορέα

  • 102 ἀντιάζω

    a abs., encounter, meet, met.

    ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι N. 10.20

    c c. dat., meet with, attain to τοίαισιν ὀργαῖς εὔχεται ἀντιάσαις Ἀίδαν γῆράς τε δέξασθαι πολιὸν ὁ Κλεονίκου παῖς (συντυχών Σ.) I. 6.15
    d πρός τι, answer

    χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων O. 10.84

    Lexicon to Pindar > ἀντιάζω

  • 103 ἀποπνέω

    Lexicon to Pindar > ἀποπνέω

  • 104 Ἀριστοφάνης

    ᾰριστοφᾰνης father of Aristokleidas. παῖς Ἀριστοφάνεος (Mommsen: -άνους, -άνευς codd.) N. 3.20

    Lexicon to Pindar > Ἀριστοφάνης

  • 105 Ἀτρείδας

    1 son of Atreus θάνεν μὲν αὐτὸς ἥρως ᾰτρεδας ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις sc. Agamemnon P. 11.31 pl., Agamemnon and Menelaos.

    τοῦ παῖς ἅμ' ̆ατρείδαις Τεύθραντος πεδίον μολὼν O. 9.70

    τοὶ καὶ σὺν μάχαις δὶς πόλιν Τρώων πράθον, ἑσπόμενοι Ἡρακλῆι πρότερον καὶ σὺν Ἀτρεδαις I. 5.38

    γεφύρωσέ τ' Ἀτρεδαισι νόστον (Benedictus: ἀτρεάδαισι codd.) I. 8.51

    Lexicon to Pindar > Ἀτρείδας

  • 106 αὐτός

    αὐτός (-ός, -οῦ, -ῷ, -όν; -ῶν, -οῖς, -ούς: -ά, -ᾶς, -ᾷ, -άν; -αῖς: acc.; - ῶν)
    1 emphatic adj., himself, herself
    a nom.,

    Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας ἔδεκτο O. 2.48

    ἐπεὶ πολιᾶς εἶπέ τιν' αὐτὸς ὁρᾶν O. 7.62

    αὐτὸς ὑπαντίασεν, Τυροῦς ἐρασιπλοκάμου γενεά P. 4.135

    ἀπαθὴς δ' αὐτὸς πρὸς ἀστῶν P. 4.297

    χαίρων δὲ καὶ αὐτὸς Ἀλκμᾶνα στεφάνοισι βάλλω P. 8.56

    δέος πλᾶξε γυναῖκας · καὶ γὰρ αὐτὰ ὅμως ἄμυνεν N. 1.50

    τὰ δ' αὐτὸς ἀντιτύχῃ, ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι N. 4.91

    ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν N. 6.54

    εἰ μὲν αὐτὸς Οὔλυμπον θέλεις λτ;ναίειν>” N. 10.84 τετράτῳ δ' αὐτὸς ἐπεδάθη fr. 135.
    b c. subs.

    αὐτὰ δέ σφισιν ὤπασε τέχναν Γλαυκῶπις O. 7.50

    οἱ αὐτὰ Ζηνὸς παῖς ἔπορεν O. 13.76

    Ἰάσων αὐτὸς P. 4.169

    Αἰήτᾳ παρ' αὐτῷ P. 4.213

    θάνεν μὲν αὐτὸς ἥρως Ἀτρείδας P. 11.31

    ἀγάλματ' ἐπ αὐτᾶς βαθμίδος ἑσταότ N. 5.1

    ἀνὰ δ' αὐλὸν ἐπ αὐτὰν ὄρσομεν ἱππίων ἀέθλων κορυφάν (Ceporinus: αὐτὸν codd.) N. 9.8
    c c. pron.

    κατὰ γαἶ αὐτόν τε νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν O. 6.14

    δέξαι στεφάνωμα τόδ' ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ αὐτόν τέ νιν P. 12.6

    d c. reflex. pron. [κόρῳ δ' ἕλεν ἄταν ὑπέροπλον, τάν οἱ πάτηρ ὕπερ κρέμασε καρτερὸν αὐτῷ λίθον (codd.: ἅν τοι Fennel: ἅν οἱ Hermann) O. 1.57] ἀλλαλοφόνους ἐπάξαντο λόγχας ἐνὶ σφίσιν αὐτοῖς (v. Trypho, fr. 34 de Velsen; Schwyz. 2. 198 (θ)) fr. 163.
    2 reflex. pron.

    ὃν πατὴρ ἔχει μέγας ἑτοῖμον αὐτῷ πάρεδρον O. 2.76

    καὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ O. 13.53

    χρὴ δὲ κατ' αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον P. 2.34

    διδοῖ ψᾶφον περ' αὐτᾶς (sc. δρῦς) P. 4.265 ταὶ δ' ἐπιγουνίδιον θαησάμεναι βρέφος αὐταῖς” ( αὐγαῖς coni. Bergk e Σ paraphr.) P. 9.62 τὸ σὸν αὐτοῦ μέλι γλάζεις (Wil.: τὸ σαυτοῦ, τοσαῦτα codd. Theocriti: τὸ σαυτῷ Ahrens) fr. 97.
    3 him, her, it pers. pron.

    ἄταν ἅν τοι πατὴρ ὕπερ κρέμασε καρτερὸν αὐτῷ λίθον O. 1.57

    ὁ δ' αὐτῷ πὰρ ποδὶ σχεδὸν φάνη O. 1.73

    ἤδη γὰρ αὐτῷ διχόμηνις ὅλον ὀφθαλμὸν ἀντέφλεξε Μήνα O. 3.19

    ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἀελίου O. 3.24

    ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις O. 3.40

    χρὴ τοίνυν πύλας ὕμνων ἀναπιτνάμεν αὐταῖς O. 6.27

    δύο δὲ γλαυκῶπες αὐτὸν ἐθρέψαντο δράκοντες O. 6.45

    Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν πατρός O. 6.49

    νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων (sc. ἐστί) O. 8.65

    αὐτούς τ' ἀέξοι καὶ πόλιν O. 8.88

    σύνδικος δ' αὐτῷ Ἰολάου τύμβος O. 9.98

    γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθ O. 10.3

    Τιρύνθιον ἔπερσαν αὐτῷ στρατὸν O. 10.32

    δύο δ' αὐτὸν ἔρεψαν πλόκοι σελίνων O. 13.32

    τὰ δ' Ὀλυμπίᾳ αὐτῶν ἔοικεν ἤδη πάροιθε λελέχθαι O. 13.101

    Σικελία τ' αὐτοῦ πιέζει στέρνα P. 1.19

    δόλον αὐτῷ θέσαν Ζηνὸς παλάμαι P. 2.39

    καιομένα δ' αὐτῷ διέφαινε πυρά P. 3.44

    πεύθομαι δ' αὐτὰν ἐναλίαν βᾶμενP. 4.38

    ἀπὸ δ' αὐτὸν ἐγὼ Μοίσαισι δώσω P. 4.67

    ἐκ δ' ἄῤ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων P. 4.121

    αὐτοὺς Ἰάσων δέγμενος P. 4.128

    τὰ μὲν λῦσον, ἄμμιν μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόνP. 4.155

    κάρυξε δ' αὐτοῖς P. 4.200

    τελευτὰν κεῖνος αὐταῖς ἡμιθέων πλόος ἄγαγεν P. 4.210

    Ἑλλὰς αὐτὰν ἐν φρασὶ καιομέναν δονέοι P. 4.218

    κλέψεν τε Μήδειαν σὺν αὐτᾷ (αὐτῷ Σ̆{γρ}. σὺν τῇ Μηδείᾳ θελούσῃ καὶ ἐνεργούσῃ) P. 4.250 πότμου παραδόντος αὐτόν (sc. πλοῦτον) P. 5.3

    ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε P. 9.118

    ὁ Παρνάσσιος αὐτὸν μυχὸςἀνέειπεν P. 10.8

    ὁχάλκεος οὐρανὸς οὔ ποτ' ἀμβατὸς αὐτῷ (Tricl. e Σ: αὐτοῖς codd.) P. 10.27

    ἔνεπεν· αὐτὸν μὰν σεμνὸν αἰνήσειν νόμον N. 1.69

    δῶρα καὶ κράτος ἐξέφαναν ἐγ γένος αὐτῷ N. 4.68

    πέταται δ' ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν ὄνυμ αὐτῶν N. 6.49

    εἰ δ' αὐτὸ καὶ θεὸς ἀνέχοι (i. e. τὸ τῆς γειτνιάσεως ἀγαθόν) N. 7.89

    θεὸς ἔντυεν αὐτοῦ θυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν Ἐνυαλίου N. 9.36

    νίκαν, τὰν λτ;γτ;ενοκράτει Ποσειδάων ὀπάσαις, Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ πέμπεν ἀναδεῖσθαι σελίνων I. 2.15

    ἐπεί τοι οὐκ ἐλινύσοντας αὐτοὺς ἐργασάμαν I. 2.46

    αὐτοῦ πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν I. 4.37

    ἄνδωκε δ' αὐτῷ φέρτατος οἰνοδόκον φιάλαν I. 6.39

    ἦ γὰρ [α]ὐτῶν μετάστασιν ἄκραν[θῆ]κε (Π̆{S}: ἀνδρ[ῶν] Π̆{ac}) Δ. 4. 40. τρεχέτω δὲ μετὰ Πληιόναν, ἅμα δ' αὐτῷ κύων fr. 74. φοινικορόδοις δἐνὶ λειμώνεσσι προάστιον αὐτῶν Θρ.. 3. κατὰ μὲν φίλα τέκν' ἔπεφνεν δώδεκ, αὐτὸν δὲ τρίτον fr. 171. ἁ Μειδύλου δ' αὐτῷ γενεά fr. 190. ]τ' ἐς αὐτόν[ Δ. 4f. 6.
    4 ὁ αὐτός v. C. 7.

    Lexicon to Pindar > αὐτός

  • 107 ἄφθιτος

    ἄφθῐτος, -ον
    1 immortal, imperishable νέκταρ ἀμβροσίαν τε δῶκεν, οἶσιν ἄφθιτον θέν νιν (i. e. Τάνταλον) O. 1.63

    λέγοντι δ' βίοτον ἄφθιτον Ἰνοῖ τετάχθαι O. 2.29

    Γαιαόχου παῖς ἀφθίτου ἘννοσίδαP. 4.33 ἐν τᾷδ' ἄφθιτον νάσῳ κέχυται Λιβύας εὐρυχόρου σπέρμαP. 4.42 ἄφθιτον στρωμνὰν ἀγέσθω” i. e. the golden fleece P. 4.230

    Ζεὺς ἄφθιτος P. 4.291

    [θεῶν δ' ὄπιν ἄφθιτον αἰτέω, λτ;γτ;έναρκες, ὑμετέραις τύχαις (v. l. ἄφθονον) P. 8.72] “ ἐς ἄφθιτον ἄντρον εὐθὺς ΧίρωνοςI. 8.41

    Lexicon to Pindar > ἄφθιτος

  • 108 Ἀχιλλεύς

    ᾰχιλλεύς, Ἀχῐλεύς (Ἀχιλλεῖ, -ῆα, -έα; Ἀχιλεύς, -έος, -εῖ) son of Peleus and Thetis, killed by Apollo.
    1

    Ἀχιλλέα τ' ἔνεικ μάτηρ O. 2.79

    ἔστα σὺν Ἀχιλλεῖ μόνος sc. Patroklos O. 9.71

    Ἴλᾳ φερέτω χάριν Ἁγησίδαμος, ὡς Ἀχιλεῖ Πάτροκλος O. 10.19

    σὺν Αἰακῷ Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τ' Ἀχιλλεῖ P. 8.100

    ξανθὸς δ' Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις, παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα N. 3.43

    ἐν δ' Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺς νᾶσον (sc. ἔχει. ἔστι δέ τις Λευκὴ νῆσος, εἰς ἣν δοκεῖ τὸ Ἀχιλλέως σῶμα ὑπὸ Θέτιδος μετακεκομίσθαι. Σ.) N. 4.49 βαρὺ δέ σφιν (sc. τοῖς Αἰθιόπεσσι) νεῖκος Ἀχιλεὺς ἔμπεσε (Hermann metri gr.: ἔμπεσ' Ἀχιλλ εὺς codd.) N. 6.50 κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ (sc. Αἴαντα) N. 7.27 ἦ μὰν ἀνόμοιά γε ἕλκεα ῥῆξαν τὰ μὲν ἀμφ' Ἀχιλεῖ νεοκτόνῳ sc. Odysseus and Aias N. 8.30

    καὶ νεαρὰν ἔδειξαν σοφῶν στόματ' ἀπείροισιν ἀρετὰν Ἀχιλέος I. 8.48

    οἶς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν I. 8.55

    ]τ' Ἀχιλλῆα[ Πα. 13g. 2. cf. s. v. Πηλείδας; v. N. 3.43f., O. 2.79f.

    Lexicon to Pindar > Ἀχιλλεύς

  • 109 Ἀχιλεύς

    ᾰχιλλεύς, Ἀχῐλεύς (Ἀχιλλεῖ, -ῆα, -έα; Ἀχιλεύς, -έος, -εῖ) son of Peleus and Thetis, killed by Apollo.
    1

    Ἀχιλλέα τ' ἔνεικ μάτηρ O. 2.79

    ἔστα σὺν Ἀχιλλεῖ μόνος sc. Patroklos O. 9.71

    Ἴλᾳ φερέτω χάριν Ἁγησίδαμος, ὡς Ἀχιλεῖ Πάτροκλος O. 10.19

    σὺν Αἰακῷ Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τ' Ἀχιλλεῖ P. 8.100

    ξανθὸς δ' Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις, παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα N. 3.43

    ἐν δ' Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺς νᾶσον (sc. ἔχει. ἔστι δέ τις Λευκὴ νῆσος, εἰς ἣν δοκεῖ τὸ Ἀχιλλέως σῶμα ὑπὸ Θέτιδος μετακεκομίσθαι. Σ.) N. 4.49 βαρὺ δέ σφιν (sc. τοῖς Αἰθιόπεσσι) νεῖκος Ἀχιλεὺς ἔμπεσε (Hermann metri gr.: ἔμπεσ' Ἀχιλλ εὺς codd.) N. 6.50 κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ (sc. Αἴαντα) N. 7.27 ἦ μὰν ἀνόμοιά γε ἕλκεα ῥῆξαν τὰ μὲν ἀμφ' Ἀχιλεῖ νεοκτόνῳ sc. Odysseus and Aias N. 8.30

    καὶ νεαρὰν ἔδειξαν σοφῶν στόματ' ἀπείροισιν ἀρετὰν Ἀχιλέος I. 8.48

    οἶς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν I. 8.55

    ]τ' Ἀχιλλῆα[ Πα. 13g. 2. cf. s. v. Πηλείδας; v. N. 3.43f., O. 2.79f.

    Lexicon to Pindar > Ἀχιλεύς

  • 110 βατιά

    Lexicon to Pindar > βατιά

  • 111 Γαιάοχος

    1 holding the earth, epith. of Poseidon. ( Πέλοψ

    · τοῦ μεγασθενὴς ἐράσσατο Γαιάοχος Ποσειδάν O. 1.25

    ὅταν δ' εὐρυσθενεῖ καρταίποδ ἀναρύῃ Γαιαόχῳ ( Γαᾰα- required: v. West on Theog. 15) O. 13.81 Γαιαόχου παῖς ἀφθίτου ἘννοσίδαP. 4.33 ἀλλὰ νῦν μοι Γαιάοχος εὐδίαν ὄπασσεν ἐκ χειμῶνος since as patron of the Isthmian games, he gave victory to Strepsiades I. 7.38

    Lexicon to Pindar > Γαιάοχος

  • 112 γάρ

    γάρ particle, always in second or third position.
    1 not joined with other particles.
    a gives reason for what precedes.

    ἔστι δ' ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά. μείων γὰρ αἰτία O. 1.35

    λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτ' ἄν. ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνᾴσκει O. 2.19

    (If a man had the qualities I describe, he would be celebrated.) ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ' ἔχων Σωστράτου υἱός (but cf. h infra) O. 6.8

    ὄτρυνον νῦν ἑταίρους, Αἰνέα,. ἐσσὶ γὰρ ἄγγελος ὀρθός O. 6.90

    ἀσκεῖται Θέμις ἔξοχ' ἀνθρώπων (sc. in Aigina). ὅτι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ, ὀρθᾷ διακρῖναι φρενὶ δυσπαλές because Aigina is a great commercial stateand is bound to reverence the rule of righteous dealing, Sandys O. 8.23

    πάγον Κρόνου προσεφθέγξατο· πρόσθε γὰρ νώνυμνος O. 10.50

    Ἱμέραν εὐρυσθενἔ ἀμφιπόλει, σώτειρα Τύχα. τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαὶ νᾶες (cf. f infra) O. 12.3 ναυσιφορήτοις δ' ἀνδράσι πρώτα χάρις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γὰρ καὶ

    τελευτᾷ φερτέρου νόστου τυχεῖν P. 1.34

    ἐμὲ δὲ χρεὼν φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν. εἶδον γὰρ Ἀρχίλοχον P. 2.54

    ἱκόμαν οἴκαδ'. πεύθομαι γάρ νιν Πελίαν ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέωνP. 4.109 ἔλπετο δ' οὐκέτι οἱ κεῖνον γε πράξασθαι πόνον. κεῖτο γὰρ ( δέρμα sc.)

    λόχμᾳ P. 4.244

    μακρά μοι νεῖσθαι κατ' ἀμαξιτόν· ὥρα γὰρ συνάπτει P. 4.247

    θεόθεν ἐραίμαν καλῶν, δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ. τῶν γὰρ ἀνὰ πόλιν εὑρίσκων τὰ μέσα μεκροτέρῳ ὄλβῳ τεθαλότα, μέμφομ' αἶσαν τυραννίδων P. 11.52

    ἵκετ' ὀξείαις ἀνίαισι τυπείς· τὸ γὰρ οἰκεῖον πιέζει πάνθ ὁμῶς N. 1.53

    ἔστα δὲ θάμβει δυσφόρῳ τερπνῷ τε μιχθείς. εἶδε γὰρ N. 1.56

    ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γὰρ μένοντ' ἐπ Ἀσωπίῳ μελιγαρύων τέκτονες κώμων νεανίαι N. 3.3

    ἀπότρεπε αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός· ἄπορα γὰρ λόγον Αἰκακοῦ παίδων τὸν ἅπαντά μοι διελθεῖν N. 4.71

    εὔθυν' ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων εὐκλέα· παροιχομένων γὰρ ἀνέρων N. 6.29

    ἀμπνέων τε πρίν τι φάμεν. πολλὰ γὰρ πολλᾷ λέλεκται, νεαρὰ δ' ἐξευρόντα δόμεν βασάνῳ ἐς ἔλεγχον ἅπας κίνδυνος N. 8.20

    ἀλλ' ἐπέων γλυκὺν ὕμνον πράσσετε. τὸ κρατήσιππον γὰρ ἐς ἅρμ ἀναβαίνων αὐδὰν μανύει N. 9.4

    ἔργα τε πολλὰ μενοινῶντες· δέδεται γὰρ ἀναιδεῖ ἐλπίδι γυῖα N. 11.45

    οἱ μὲν πάλαι ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους · ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής τω τότ' ἦν I. 2.6

    ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος· ὦ Μέλισσ, εὐμαχανίαν γὰρ ἔφανας I. 4.2

    δαπάνᾳ χαῖρον ἵππων. τῶν ἀπειράτων γὰρ ἄγνωτοι σιωπαί I. 4.30

    προφρόνων Μοισᾶν τύχομεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων καὶ Μελίσσῳ. τόλμα γὰρ εἰκὼς θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων ἐν πόνῳ I. 4.45

    ἐμοὶ δὲ μακρὸν πάσας ἀναγήσασθ' ἀρετάς· Φυλακίδᾳ γὰρ ἧλθον, ὦ Μοῖσα, ταμίας Πυθέᾳ τε κώμων I. 6.57

    κώμαζ' ἔπειτεν Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ νίκαν παγκρατίου I. 7.21

    ἄλοχον

    εὐειδέα θέλων ἑκάτερος ἑὰν ἔμμεν. ἔρως γὰρ ἔχεν I. 8.29

    τὸν αἰνεῖν ἀγαθῷ παρέχει· ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν I. 8.70

    ἐν ζαθέῳ με δέξαι χρόνῳ. ὕδατι γὰρ ἐπὶ χαλκοπύλῳ ἦλθον ἔταις ἀμαχανίαν ἀλέξων Pae. 6.7

    ἀγῶνα Λοξίᾳ καταβάντ' εὐρὺν ἐν θεῶν ξενίᾳ. θύεται γὰρ ἀγλαᾶς ὑπὲρ Πανελλάδος Pae. 6.62

    πιστὰ δ Ἀγασικλέει μάρτυς ἤλυθον ἐς χορὸν ἐσλοῖς τε γονεῦσιν ἀμφὶ προξενίαισι. τίμαθεν γὰρ (Wil.: τιμαθέντας Π.) Παρθ. 2.. ἀσκὸς δ' οὔτε τις ἀμφορεὺς ἐλίνυεν δόμοις. πέλλαι γὰρ ξύλιναι πίθοι τε πλῆσθεν *fr. 104b. 5.* πρέπει δ' ἐσλοῖσιν ὑμνεῖσθαι. τοῦτο γὰρ ἀθανάτοις τιμαῖς ποτιψαύει fr. 121. 3.
    b gives an explanation of what precedes. αἴτει πανδόκῳ ἄλσει σκιαρόν τε φύτευμα. ἤδη γὰρ αὐτῷ ἀντέφλεξε Μήνα i. e. for by now all else was ready O. 3.19

    νίσεται σὺν παισὶ Λήδας. τοῖς γὰρ ἐπέτρεπεν ἀγῶνα νέμειν O. 3.36

    ζεῦξον ἤδη μοι σθένος ἡμιόνων. κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι ταύταν ἐπίστανται O. 6.25

    ἅπαντας ἐν οἴκῳ εἴρετο παῖδα τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν πατρός O. 6.49

    ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν. κουφότεραι γὰρ ἀπειράτων φρένες O. 8.61

    χαρίτων νέμομαι κᾶπον· κεῖναι γὰρ ὤπασαν τὰ τέρπν O. 9.28

    ἄνευ δὲ θεοῦ, σεσιγαμένον οὐ σκαιότερον χρῆμ' ἕκαστον. ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ περαίτεραι i. e. since we are gifted in different directions O. 9.104

    τὰν ὀλβίαν Κόρινθον. ἐν τᾷ γὰρ Εὐνομία ναίει O. 13.6

    ἀνάγνωτέ μοι Ἀρχεστράτου παῖδα. γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθ O. 10.3

    ἐρύκετον ψευδέων ἐνιπὰν ἀλιτόξενον. ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος ἐμὸν καταίσχυνε βαθὺ χρέος O. 10.7

    May my poetry be effective.

    Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼν Ὀλιγαιθίδαισίν τ' ἔβαν ἐπίκουρος O. 13.96

    τόνδε κῶμον ἐπ' εὐμενεῖ τύχᾳ κοῦφα βιβῶντα. Λυδῷ γὰρ Ἀσώπιχον ἐν τρόπῳ ἐν μελέταις τ ἀείδων ἔμολον O. 14.17

    καιρὸν εἰ φθέγ-

    ξαιο, μείων ἕπεται μῶμος ἀνθρώπων. ἀπὸ γὰρ κόρος ἀμβλύνει αἰανὴς ταχείας ἐλπίδας P. 1.82

    With the help of Artemis he mastered his horses.

    ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ τίθησι κόσμον P. 2.9

    νεφέλᾳ παρελέξατο ψεῦδος γλυκὺ μεθέπων. εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν Οὐρανιᾶν θυγατέρι Κρόνου P. 2.38

    αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον· τότε γὰρ μεγάλας ἐξανίστανται ΛακεδαίμονοςP. 4.48

    Μοίσαισι δώσω καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ κεῖνο πλευσάντων Μινυᾶν θεόπομποί σφισιν τιμαὶ φύτευθεν P. 4.68

    οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν οὐδ' ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼ καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημP. 4.148 κινηθμὸν ἀμαιμάκετον ἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσανP. 4.209

    ἀκηράτοις ἁνίαις. κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν P. 5.34

    ἔχεις καὶ πεδὰ μέγαν κάματον λόγων φερτάτων μναμήἰ· ἐν τεσσαράκοντα γὰρ πετόντεσσιν ἁνιόχοις ὅλον δίφρον κομίξαις P. 5.49

    Ἡσυχία, τιμὰν Ἀριστομένει δέκευ. τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς ἐπίστασαι P. 8.6

    τὸ δὲ οἴκοθεν ἀντία πράξει. μόνος γὰρ ἐκ Δαναῶν στρατοῦ θανόντος ὀστέα λέξαις υἱοῦP. 8.52 θεῶν δ' ὄπιν ἄφθονον αἰτέω, λτ;γτ;έναρκες, ὑμετέραις τύχαις. εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ, πολλοῖς σοφὸς δοκεῖ but ultimately it is god who is responsible for good fortune P. 8.73

    Ἱπποκλέᾳ θέλοντες ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα· γεύεται γὰρ ἀέθλων P. 10.7

    κώπαν σχάσον. ἐγκωμίων γὰρ ἄωτος ὕμνων ἐπ' ἄλλοτ ἄλλον ὥτε μέλισσα θύνει λόγον P. 10.53

    χρὴ δ' ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ. πράσσει γὰρ ἔργῳ μὲν σθένος, βουλαῖσι δὲ φρήν N. 1.26

    I had rather be generous to my friends than miserly. κοιναὶ γὰρ ἔρχοντ' ἐλπίδες πολυπόνων ἀνδρῶν (but cf. Σ: ἐλπίδος ποτὲ διαπεσὼν τῆς ἴσης τύχοι ἂν ἀμοιβῆς) N. 1.32

    κτείνοντ' ἐλάφους ἄνευ κυνῶν δολίων θ ἑρκέων. ποσσὶ γὰρ κράτεσκε N. 3.52

    τὸ δ' ἐναντίον ἔσκεν· πολλὰ γάρ μιν παντὶ θυμῷ παρφαμένα λιτάνευεν N. 5.31

    ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων πατροπάτορος ὁμαιμίοις. κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν N. 6.17

    εὔδοξος ἀείδεται Σωγένης. πόλιν γὰρ φιλόμολπον οἰκεῖ N. 7.9

    εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρον' αἰτίαν ῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαὶ σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι N. 7.12

    βασιλῆα δὲ θεῶν πρέπει δάπεδον ἂν τόδε γαρυέμεν ἡμέρᾳ ὀπί. λέγοντι γὰρ Αἰακόν μιν φυτεῦσαι N. 7.84

    λευκανθέα σώμασι πίαναν καπνόν· ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας N. 9.24

    ἴστω λαχὼν ὄλβον. εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται κῦδος, οὐκ ἔστι πρόσωθεν N. 9.46

    ἀξιωθείην κεν Ἄργει μὴ κρύπτειν φάος ὀμμάτων. νικαφορίαις γὰρ ὅσαιςἱπποτρόφον ἄστυ τὸ Προίτοιο θάλησενN. 10.41

    ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετ' ὀξύτατον ὄμμα N. 10.62

    οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων. οὐ γὰρ πάγος οὐδὲ προσάντης ἁ κέλευθος γίνεται, εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων I. 2.33

    ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν εὐκλέων ἔργων. ἐν ὕπνῳ γὰρ πέσεν I. 4.23

    ἔστιν δ' ἀφάνεια τύχας καὶ μαρναμένων. τῶν τε γὰρ καὶ τῶν διδοῖ I. 4.33

    Homer has perpetuated the fame of Aias.

    τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴτῃ τι I. 4.40

    We sing the praise of the victorious sons of Lampon.

    εἰ γάρ τις ἀνθρώπων πράσσει θεοδμάτους ἀρετὰς, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου βάλλετ' ἄγκυραν I. 6.10

    τιμὰ δ' ἀγαθοῖσιν ἀντίκειται. ἴστω γὰρ σαφὲς ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων I. 7.27

    τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ βλέπειν χρῆμα πάν. δόλιος γὰρ αἰὼν ἐπ' ἀνδράσι κρέμαται I. 8.14

    ἐπέων δὲ καρπὸς οὐ κατέφθινε· φαντὶ γὰρ ξύν' ἀλέγειν καὶ γάμον Θέτιος ἄνακτας I. 8.46

    ἔλαθεν οὐδὲ τὸν εὐρυφαρέτραν ἑκαβόλον· ὤμοσε [γὰρ θ]εὸς (supp. Housman) Πα.. 112. ἐπεύχομαι εὐμαχανίαν διδόμεν. τυφλα[ὶ γὰρ] ἀνδρῶν φρένες, ὅστις ἄνευθ' Ἐλικωνιάδων ἐρευνᾷ σοφίας ὁδόν Πα. 7 B. 18. Δαμαίνας παῖ, ἁγέο. τὶν γὰρ εὔφρων ἕψεται πρώτα θυγάτηρ ὁδοῦ Παρθ. 2. 67. The soul survives the body. τὸ γάρ ἐστι μόνον ἐκ θεῶν fr. 131b. 2.
    c introduces narrative in elaboration of what precedes.—

    δέξαιτόνδε κῶμον. ψαύμιος γὰρ ἵκει ὀχέων, ὅς O. 4.10

    ἔμαθε δὲ σαφές· εὐμενέσσι γὰρ παρὰ Κρονίδαις γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον P. 2.25

    ἔσχε τοι ταύταν μεγάλαν ἀυάταν καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένου P. 3.25

    φαμὶ διδασκαλίαν Χίρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαιP. 4.102δύνασαι δ' ἀφελεῖν μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι ΦρίξοςP. 4.159

    σπέρμ' ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον ἆμαρ ἢ νύκτες· τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν P. 4.256

    ἐπέγνω μὲν Κυράνα δικαιᾶν Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος P. 4.281

    ἔχοντι τὰν ( Κυράναν sc.)

    χαλκοχάρμαι ξένοι Τρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον P. 5.83

    Ἀντίλοχος ἀναμείναις Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμ' ἐπέδα P. 6.32

    ἴτω τεὸν χρέος, ὦ παῖ. παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς P. 8.35

    ἄκουσεν Δαναόν ποτ' ἐν Ἄργει οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι ὠκύτατον γάμον. ἔστασεν γὰρ P. 9.114

    τυφλὸν δ' ἔχει ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς ὁ καρτερὸς Αἴας ἔπαξε N. 7.24

    πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν· ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων ἤθελον N. 8.9

    ἄμφαινε κυδαίνων πόλιν. φεῦγε γὰρ Ἀμφιαρῆ ποτὲ N. 9.13

    φθιμένου Κάστορος ἐν πολέμῳ. τὸν γὰρ Ἴδας ἔτρωσεν N. 10.60

    καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός· αὐτίκα γὰρ

    ἦλθε Λήδας παῖς N. 10.65

    ἐθέλω ἢ Καστορείῳ ἢ Ἰολάοἰ ἐναρμόξαι μιν ὕμνῳ. κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι I. 1.17

    ἤρχετο μόροιο κάρυξ. ἦν γάρ τι παλαίφατον[ fr. 140a. 69 (43) introducing argument, proof, example: It is easy for a poet to praise a man for his labours.

    μισθὸς γὰρ ἄλλοις ἄλλος ἐπ' ἔργμασιν ἀνθρώποις γλυκὺς. ὃς δ ἀμφ ἀέθλοις ἄρηται κῦδος ἁβρόν, εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται I. 1.47

    You Graces are a source of pleasure to men.

    οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ κοιρανέοντι χοροὺς οὔτε δαῖτας O. 14.8

    μέγιστον δ' αἰόλῳ ψεύδει γέρας ἀντέταται. κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν N. 8.26

    cf. N. 7.24
    d after a verb of announcing or simm.

    κοινὸν λόγον φίλαν τείσομεν ἐς χάριν. νέμει γὰρ Ἀτρέκεια πόλιν O. 10.13

    Χάριτες, κλῦτ' ἐπεὶ εὔχομαι· σὺν γὰρ ὑμῖν O. 14.5

    κέκλυτε. φαμὶ γὰρP. 4.14 ἀπὸ δ' αὐτὸν ἐγὼ Μοίσαισι δώσω καὶ τὸ πάγχρυσον νάκος κριοῦ. τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας; P. 4.70

    γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γὰρ P. 4.263

    ἀκούσατ. ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας ἄρουραν ἤ Χαρίτων ἀναπολίζομεν P. 6.1

    εἰρήσεταί που κἀν βραχίστοις. ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου I. 6.60

    e introduces an explanation of particular words.

    Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μείγνυον, Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν ξένιον ἄστυ κατέδρακεν N. 4.22

    ἄπιστον ἔειπ (= ἔειπα).

    αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται, ἃ φέρει δόξαν N. 9.33

    ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες. δαίμων δ' ἄισος I. 7.42

    οὐ κό]ρῳ ἀλλ' ἀρετᾷ. [ γ]ὰρ ἁρπαζομένων τεθνάμεν [[βρεϝεμαξρ] χρη]μάτων ἢ κακὸν ἔμμεναι (supp. Lobel) fr. 169. 16.
    f introduces an explanation of something not directly expressed. στρατὸν ἀκρόσοφόν τε καὶ αἰχματὰν ἀφίξεσθαι· τὸ γὰρ ἐμφυὲς οὔτ' αἴθων ἀλώπηξ οὔτ ἐρίβρομοι λέοντες διαλλάξαιντο ἦθος i. e. they are unable to behave in another way for... O. 11.19 Χαρίτων μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γάρ φαμι πόλιν τάνδ' εὐκλείξαι i. e. they did not leave me in the past for... P. 9.90 Zeus buried Amphiareus before Periklymenos struck him from behind. (He was in full flight.)

    ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν N. 9.27

    His parents' lackof ambition prevented Aristagoras competing in Ol. and Pyth. games. (I would have let him.)

    ναὶ μὰ γὰρ ὅρκον κάλλιον ἂνδηριώντωνἐνόστησ' ἀντιπάλων N. 11.24

    They won in different events. (but not in the pentathlon)

    οὐ γὰρ ἦν πενταέθλιον I. 1.26

    χρὴ δὲ πᾶν ἔρδοντ' ἀμαυρῶσαι τὸν ἐχθρόν. (Melissos had to use all means possible.)

    οὐ γὰρ φύσιν ὠαριωνείαν ἔλαχεν I. 4.49

    esp. after voc., Ζεῦ· τεαὶ γὰρ ὧραι i. e. on you I call O. 4.1 cf. O. 12.3, O. 14.5

    Φοῖβε, ἐθελήσαις ταῦτα νόῳ τιθέμεν, ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι P. 1.41

    Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δ' ἀγών N. 3.65

    g introduces explanation in parenthesis.

    ἀλλ' ὅμως, κρέσσον γὰρ οἰκτιρμοῦ φθόνος, μὴ παρίει καλά P. 1.85

    ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει P. 4.286

    ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν ἐξελέγχειν, μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς, ὅν τε N. 10.46

    Ἀμύκλαθεν γὰρ ἔβα N. 11.34

    h introduces the answer to a preceding question.

    τί μάλα τοῦτο κερδαλέον τελέθει; ἅτε γὰρ ἐννάλιον πόνον ἐχοίσας βαθὺ σκευᾶς ἑτέρας, ἀβάπτιστος εἶμι P. 2.79

    cf. O. 6.8

    ἐπεὶ τίνα πάτραν, τίνα οἶκον ναίων ὀνυμάξεαι ἐπιφανέστερον Ἑλλάδι πυθέσθαι; πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ Ἑρεχθέος ἀστῶν P. 7.9

    τί ἔλπεαι σοφίαν ἔμμεν, ἃν ὀλίγον τοὶ ἀνὴρ ὑπὲρ ἀνδρὸς ἴσχει; οὐ γὰρ ἔσθ' ὅπως τὰ θεῶν βουλεύματ ἐρευνάσει fr. 61. 3.
    i introducing a question, progressive. τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα ἐπέθηκ; O. 13.20 cf. P. 4.70
    k fragg. ἐπικράνοισι γὰρ fr. 6b. d. ἀριστεύοντα γὰρ ἐν fr. 6b. e. ἦν γὰρ τὸ πάροιθε fr. 33d. 1.

    τῶν γὰρ ἀντομένων[ Pae. 2.42

    ]γὰρ ἐπῆν πόνος[ Pae. 8.88

    ]σοφίᾳ γὰρ Pae. 14.40

    ]α μὲν γὰρ εὔχομαι Pae. 16.3

    ]ἔσσεται γὰρ ἁδυ[ Pae. 21.13

    ἀιὼν γὰρ Pae. 22.8

    ]γὰρ εὔχομαι. Δ. 1. 1. ]θαμὰ γὰρ οἰκόθεν[ Δ. 4h. 11. τὸ γὰρ πρὶν γενέ[σθαι Παρθ. 1. 2. ]ι γὰρ ὁ [Λοξ]ίας Παρθ. 2. 3. προβάτων γὰρ *fr. 104b. 1. νομάδεσσι γὰρ ἐν Σκύθαις fr. 105b. 1. πάντων γὰρ fr. 140a. 54 (28). ] γάρ σε fr. 140a. 60 (34). κεῖνοι γάρ τ' ἄνοσοι καὶ ἀγήραοι fr. 143. 1. ὁ γὰρ ἔπαινος *fr. 181* ]εν γὰρ, Ἄπολλον[ fr. 215. 8. νικώμενοι γὰρ (v. l. δέ) fr. 229. ] οντι γὰρ ανα[ ?fr. 333a. 15. ] εὔφρων γὰρ[ P. Oxy. 1792. fr. 41. οὐ γὰρ εικ[ P. Oxy. 2442. fr. 68.
    2 εἰ γάρ if only, introducing wish. — “εἰ γὰρ οἴκοι νιν βάλε, αἷμά οἱ κείναν λάβε ἄπειρονP. 4.43 with apodosis suppressed.

    εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι P. 1.46

    εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις ἥβᾳ λιπαρῷ τε γήραι διαπλέκοις εὐδαίμον' ἐόντα N. 7.98

    3 combined with other particles.
    a καὶ γάρ, καὶ γάρ.
    I for the fact is, emphasising the explanation.

    ταχέες ἔβαν· καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων P. 4.181

    ἔλπομαι δ' τὸν Ἱπποκλέαν θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις, νέαισίν τε παρθένοισι μέλημα. καὶ γὰρ ἑτέροις ἑτέρων ἕρωτες ἔκνιξαν φρένας P. 10.59

    καί τινα φᾶσέ νιν δώσειν μόρῳ· καὶ γὰρ βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν ἔνεπεν N. 1.67

    ἀθανάτοις Αἰνησιδάμου παῖδες ἐν τιμαῖς ἔμιχθεν. καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων οὔτε μελικόμπων ἀοιδᾶν I. 2.30

    νόμισαν χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων. καὶ γὰρ ἐριζόμεναι νᾶες ἐν πόντῳ καὶ λτ;ὑφγτ; ἅρμασιν ἵπποι διὰ τεάν, ὤνασσα, τιμὰν θαυμασταὶ πέλονται I. 5.4

    ἀνορέας ἐπέτρεψας ἕκατι

    σαόφρονος. καὶ γὰρ ὁ πόντιος Ὀρς[ιτ]ρίαινά νιν περίαλλα βροτῶν τίεν Pae. 9.47

    καὶ γὰρ:

    καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμ' ἀνέβαν φλογὸς οὔ O. 7.48

    II where the καί goes closely with what follows, and is emphatic, also, even.καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν, ἔτραπε μείλιχος ὀργὰP. 9.42

    καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισ' ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων N. 1.50

    καὶ γὰρ ἐν ἀγαθέᾳ χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν Καλλίας N. 6.34

    καὶ γάρ:

    καὶ Νεμέᾳ γὰρ ὁμῶς ἐρέω ταύταν χάριν O. 8.56

    γ. introduces example, yes and, and further

    καὶ γὰρ Ἀλκμήνας O. 7.27

    καὶ γὰρ βιατὰς Ἄρης P. 1.10

    μὴ φθόνει κόμπον τὸν ἐοικότ' ἀοιδᾷ κιρνάμεν ἀντὶ πόνων. καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ λόγον ἐκέρδαναν I. 5.26

    b introducing double reason.
    I

    τε γὰρ δέ. κακολόγοι δὲ πολῖται· ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον· ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει P. 11.29

    II

    μὲν γὰρ δέ. Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας ἔδεκτο, Πυθῶνι δ O. 2.48

    τὸ μὲν γὰρ πατρόθεν τὸ δ' ματρόθεν O. 7.23

    πολλοῖσι μὲν γὰρ ἀείδεται. τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει P. 8.25

    cf. frag. Pae. 16.3
    III

    μὲν γὰρ ἀλλά. ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι. ἀλλ' ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίνεται P. 4.272

    c γὰρ ὦν, looking to what follows, of course, but then

    ἐσσὶ γὰρ ὦν σοφός· οὐκ ἄγνωτ' ἀείδω Ἰσθμίαν ἵπποισι νίκαν I. 2.12

    d γάρ τοι emphasising general validity of the reason.

    τὶν δὲ μοῖρ' εὐδαιμονίας ἕπεται. λαγέταν γάρ τοι τύραννον δέρκεται ὁ μέγας πότμος P. 3.85

    I pray to Aiakos as I make this offering to the victors.

    σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος N. 8.17

    Lexicon to Pindar > γάρ

  • 113 γένος

    γένος (γένος, -ει, -ος) = γενεά.
    a folk, clan, people, nation ὄφρα ἵκωμαι πρὸς ἀνδρῶν καὶ γένος Iamidai O. 6.25

    ἐξ οὗ πολύκλειτον καθ' Ἕλλανας γένος Ἰαμιδᾶν O. 6.71

    κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει ὤπασεν Blepsiadai O. 8.83

    εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο δόμεν γέρας ἔπι Βάττου γένει P. 5.124

    ἓν ἀνδρῶν, ἓν θεῶν γένος N. 6.1

    ἕπεται δέ, ( ἐπέβα coni. Wil.) Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρων εὐάγων τιμὰ ( πολυγνώτῳ γένει coni. Er. Schmid) N. 10.37

    καὶ μὰν θεῶν πιστὸν γένος N. 10.54

    Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν ὑμνήσομεν; fr. 29. 2.

    ἢ γαῖαν κατακλύσαισα θήσεις ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος; Pae. 9.20

    φιλόμαχον γένος ἐκ Περσέος fr. 164. πότερον δίκᾳ τεῖχος ὕψιον ἢ σκολιαῖς ἀπάταις ἀναβαίνει ἐπιχθόνιον γένος ἀνδρῶν fr. 213. 3. and therefore, lineage, descent βασιλεύς, ἐξ

    ὠκεανοῦ γένος ἥρως δεύτερος P. 9.14

    of horses? Πος]ειδάνιο[ν] γένος[ (sc. ? ἵππων Bury) Pae. 2.41
    b children, offspring Ἐρινὺς ἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήιον the children of Oidipous O. 2.42 τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος Ἑλέναν κομίζοντες Agamemnon and Menelaos O. 13.58ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν ἐν λέχεσιν γένος, οἳ” the children of the Argonauts by the women of Lemnos P. 4.51 ἀνέρες, Ἐννοσίδα γένος Euphamos and Periklymenos P. 4.173 ἤτοι τό τε θεσπέσιον Φόρκοἰ ἀμαύρωσεν γένος (τὰς Γοργόνας. Σ.) P. 12.13 more generally, children, descendants, line: εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον λοιπῷ γένει the descendants of the people of Akragas O. 2.15

    τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶ τέλλετο P. 4.256

    πατρὸς δ' ἀμφοτέραις ἐξ ἑνὸς ἀριστομάχου γένος Ἡρακλέος βασιλεύει P. 10.3

    Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν N. 3.28

    δῶρα καὶ κράτος ἐξέφαναν ἐγ γένος αὐτῷ (Wil.: ἐς γενεὰς codd.: ἐγγενὲς e Σ paraphr. Rittershusius: ἐς γένος Fulv. Orsinus: i. e. the descendants of Peleus) N. 4.68 ἀτὰρ γένος αἰεὶ φέρει τοῦτό οἱ γέρας the line of Neoptolemos N. 7.39 Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει (Θηβαίοις. Σ.) I. 1.30 φιλέων δ' ἂν εὐχοίμαν Κρονίδαις ἐπ Αἰολάδᾳ καὶ γένει εὐτυχίαν τετάσθαι Παρθ. 1. 13. specifically, child, son: “ οὐκέτι τλάσομαι ψυχᾷ γένος ἁμὸν ὀλέσσαι” Asklepios P. 3.41
    c fragg. ]γένος τε δαιμο[ Δ... ]ν γένος[ Θρ. 4b. 2.

    Lexicon to Pindar > γένος

  • 114 Δαίδαλος

    Lexicon to Pindar > Δαίδαλος

  • 115 Δανάα

    Δᾰνᾰα daughter of Akrisios, mother of Perseus. θρασείᾳ δὲ πνέων καρδίᾳ μόλεν Δανάας ποτὲ παῖς, ἁγεῖτο δ' Ἀθάνα, ἐς ἀνδρῶν μακάρων ὅμιλον to the Hyperboreans P. 10.45
    1

    υἱὸς Δανάας P. 12.17

    Ζεὺς ἐπ' Ἀλκμήναν Δανάαν τε μολὼν N. 10.11

    test., Σ Hom., <*> 319: αὐτὴ δέ, ὥς φησι Πίνδαρος καὶ ἄλλοι τινές, ἐφθάρη ὑπὸ τοῦ πατραδέλφου αὐτῆς Προίτου, ὅθεν αὐτοῖς καὶ στάσις ἐκινήθη (“fort. ad Δ. 4. trahendum” Snell) fr. 284.

    Lexicon to Pindar > Δανάα

  • 116 δείκνυμι

    δείκνῡμι (δείκνυσι; δεικνᾰναι: impf. δείκνᾰεν: aor. (δειξεν, ἔδειξαν; δεῖξον; δείξαντος; δεῖξαι)
    1 show, make known καὶ Δαμαίῳ μιν θύων ταῦρον ἀργάεντα πατρὶ δεῖξον” (join ταῦρον with θύων, μιν = χαλινόν with δεῖξον) O. 13.69

    καὶ τάχα πείρατ' ἀέθλων δείκνυεν πατρωίων P. 4.220

    ὁ χρυσὸς ἑψόμενος αὐγὰς ἔδειξεν ἁπάσας N. 4.83

    καὶ νεαρὰν ἔδειξαν σοφῶν στόματ' ἀπείροισιν ἀρετὰν Ἀχιλέος (Er. Schmid: νἔ ἀνέδειξαν cod.) I. 8.47 καλῶν μὲν ὦν μοῖράν τε τερπνῶν ἐς μέσον χρὴ παντὶ λαῷ δεικνύναι fr. 42. 5. θεοῦ δὲ δείξαντος ἀρχὰν ἕκαστον ἐν πρᾶγος fr. 108a. 1. ἀτὰρ εὑδόντεσσιν ἐν πολλοῖς ὀνείροις δείκνυσι τερπνῶν ἐφέρποισαν χαλεπῶν τε κρίσιν (sc. the soul) fr. 131b. 4. followed by epexeg. inf., ὥστ' ἔμφρονι δεῖξαι μαθεῖν Πατρόκλου βιατὰν νόον (i. e. ὥστε μαθεῖν) O. 9.74 followed by explanatory clause,

    δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος, ὥς τ' κοιτάξατο ὥς τε παῖς ἔπορεν O. 13.75

    [dub. ἀγλαίαν ἔδειξεν ἅπασαν (codd. contra met.: del. ἔδειξεν Bergk, edd.: ἅπασαν del byz.) P. 6.46]

    Lexicon to Pindar > δείκνυμι

  • 117 δέκομαι

    δέκομαι (δέκεται, -ονται; δέκευ; δεκομένα: fut. δέξεται: impf. ἔδεκτο, δέκετο coni.: aor. δέξατο), ( δέξαντο); δέξαιτο; δέξαι, δέξασθε; δεξαμένῳ, -ον, -οι, -αμένα: pf. δέδεκται; δέδεξαι impv.: δέγμενος)
    a accept ἄγε φίλτρον τόδἵππειον δέκευ” (byz.: δέχευ codd.) O. 13.68

    ἕδνα τε δέξαντο P. 3.95

    δέξατο βώλακα δαιμονίανP. 4.37

    σπέρμ' ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον ἆμαρ ἢ νύκτες P. 4.255

    πολλὰ δὲ πρόσθεν πτερὰ δέξατο νικᾶν P. 9.125

    δεξάμενον θαλερὰν Ἥβαν ἄκοιτιν (sc. Ἡρακλέα) N. 1.71

    Μελίσσῳ ἐν βάσσαισιν Ἰσθμοῦ δεξαμένῳ στεφάνους I. 3.11

    ἀοιδᾶν ῥόθια δεκομένα κατερεῖς (sc. Αἴγινα) Pae. 6.129 esp. c. acc. & dat., accept something from someone:

    δέξαι δέ οἱ στεφάνων ἐγκώμιον τεθμόν O. 13.29

    γαῖαν διδόντι ξείνια πρῴραθεν Εὔφαμος καταβαὶς δέξατP. 4.23

    Ἡσυχία, Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ P. 8.5

    αἰτέω σε, ὦ ἄνα, ἵλαος ἀθανάτων ἀνδρῶν τε σὺν εὐμενίᾳ δέξαι στεφάνωμα τόδἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ αὐτόν τέ νιν P. 12.5

    ὦ Ζεῦ, τὶν ἄωτον δεξάμενοι στεφάνων (sc. ἡμεῖς) I. 6.4 οἶσι δὲ Φερσεφόνα ποινὰν παλαιοῦ πένθεος δέξεται fr. 133. 2.
    b welcome esp. with modal dative or σύν c. dat. ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρ δέξατἐλθόντ' Ἀρκαδίας ἀπὸ δειρᾶν (cf. Devereux, Rh. M., 1966, 289f.) O. 3.27 Κρόνου παῖ, Οὐλυμπιονίκαν δέξαι ( δέκευ byz.) O. 4.9

    ὠκεανοῦ θύγατερ, ἀπήνας δέκευ Ψαύμιός τε δῶρα O. 5.3

    σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμον O. 6.98

    ἀλλὦ Πίσας ἄλσος, τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι O. 8.10

    οὐδέ μιν φόρμιγγες ὑπωρόφιαι κοινανίαν μαλθακὰν παίδων ὀάροισι δέκονται (Boeckh: δέχονται codd.) P. 1.98

    μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος P. 4.128

    δέδεξαι τόνδε κῶμον ἀνέρων P. 5.22

    τὸ δ' ἐλάσιππον ἔθνος ἐνδυκέως δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι (on the tense, v. Führer, Untersuchungen, 93̆{4}) P. 5.86 εὐμενεῖ νόῳ λτ;γτ;ενάρκειον ἔδεκτο Κίρραθεν ἐστεφανωμένον υἱὸν (sc. Ἀπόλλων) P. 8.19νῦν δ' εὐρυλείμων πότνιά σοι Λιβύα δέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοιςP. 9.56

    Κυράναν· ἅ νιν εὔφρων δέξεται P. 9.73

    δέξαιτο δ' Αἰακιδᾶν ἠύπυργον ἕδος (sc. αὐτόν) N. 4.11

    ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται N. 5.38

    Ἑστία, εὖ μὲν Ἀρισταγόραν δέξαι τεὸν ἐς θάλαμον N. 11.3

    ἄρουραν ἅ νιν ἐρειδόμενον ναυαγίαις ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ δέξατο συντυχίᾳ I. 1.38

    τοίαισιν ὁργαῖς εὔχεται ἀντιάσαις Ἀίδαν γῆράς τε δέξασθαι πολιὸν ὁ Κλεονίκου παῖς I. 6.15

    χρυσῷ μεσονύκτιον νείφοντα δεξαμένα τὸν φέρτατον θεῶν (sc. Θήβα) I. 7.5 ἐπεί νιν Ἀλκαθόου τ' ἀγὼν σὺν τύχᾳ ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν (Her mann: πρὶν ἔδεκτο codd.: πρὶν ἔδεκτο νεότας Bergk) I. 8.68

    Λατόος ἔνθα με παῖδες εὐμενεῖ δέξασθε νόῳ θεράποντα ὑμέτερον κελαδεννᾷ σὺν μελιγάρυι παιᾶνος ἀγακλέος ὀμφᾷ Pae. 5.45

    σε, χρυσέα κλυτόμαντι Πυθοῖ, λίσσομαι ἐν ζαθέᾳ με δέξαι χρόνῳ ἀοίδιμον Πιερίδων προφάταν Pae. 6.5

    τὸν δὲ ( Πάγασον) ἐν Οὐλύμπῳ φάτναι Ζηνὸς ἀρχαῖαι δέκονται shelter O. 13.92 met., τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας; (sc. αὐτούς befell) P. 4.70
    c win

    Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας ἔδεκτο O. 2.49

    ἀπονέστερον ἐσλοὶ δέκονται βίοτον O. 2.63

    στεφάνους ἐν Ὀλυμπίᾳ ἐπεὶ δέξαντο O. 6.27

    ὕμνον τὸν ἐδέξαντ' ἀμφ ἀρετᾷ P. 1.80

    στέφανον ὕψιστον δέδεκται P. 1.100

    ὅδ' ἀνὴρ καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον, Νεμεαίου ἐν πολυυμνήτῳ Διὸς ἄλσει N. 2.4

    εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται I. 1.51

    Lexicon to Pindar > δέκομαι

  • 118 δέσποινα

    1 queen, princess Αἰήτα παῖς δέσποινα Κόλχων Medea P. 4.11 νιν (= Κυράναν) πολυμήλου καὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονὸς (sc. Ἀπόλλων) P. 9.7 ὦ Κύπρου δέσποινα Aphrodite. fr. 122. 18. met., μᾶτερ ὦ χρυσοστεφάνων ἀέθλων Οὐλυμπία, δέσποιν' ἀλαθείας since the Olympian contest is the true proof of athletic ability O. 8.2

    Lexicon to Pindar > δέσποινα

  • 119 δίς

    1 twice

    Διαγόρας ἐστεφανώσατο δίς O. 7.81

    Ὀλυμπίᾳ στεφανωσάμενος καὶ δὶς ἐκ Πυθῶνος O. 12.18

    τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρὸς Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις Ἄρεος ὅπλοις P. 10.13

    τετραορίας δυώδεκα πέτρῳ ἥροάς τ' ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν δὶς τόσους N. 4.30

    τὺ δ' Αἰγίναθε δίς, Εὐθύμενες, Νίκας ἐν ἀγκώνεσσι πίτνων (Ed. Schwartz: αἰγιναθεας codd.) N. 5.41 ὑπερεῖσαι λίθον Μοισαῖον ἕκατι ποδῶν εὐωνύμων δὶς δὴ δυοῖν i. e. the feet of Deinis and Megas N. 8.48

    Οὐλία παῖς νικάσαις δὶς N. 10.24

    ἁδεῖαί γε μὲν ἀμβολάδαν ἐν τελεταῖς δὶς Ἀθαναίων μιν ὀμφαὶ κώμασαν N. 10.34

    τοὶ καὶ σὺν μάχαις δὶς πόλιν Τρώων πράθον I. 5.36

    μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω ἄμμιν” i. e. again I. 8.43

    Lexicon to Pindar > δίς

  • 120 διώκω

    δῐώκω ( δίωκε impv.; -ων; -ειν: fut. διώξω, -ει.)
    1 pursue

    αὐτίκα γὰρ ἦλθε Λήδας παῖς διώκων N. 10.66

    met. try to capture, attain

    ὦ Μέλισσ, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν I. 4.3

    ἀγαπᾶται μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων I. 6.71

    τερπνὸν ἐφάμερον διώκων ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον αἰῶνα I. 7.40

    μὴ πρεσβυτέραν ἀριθμοῦ δίωκε, θυμέ, πρᾶξιν fr. 127. 4.

    οὐ μιν διώξω O. 3.45

    2 speed, drive cf.

    διώξιππος ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος διώξει χερὶ τριόδοντός τ' ἀμαιμακέτου I. 8.35

    Ἄβδηρε [σέθ]εν Ἰάονι τόνδε λαῷ [παι]ᾶνα [δι]ώξω Δηρηνὸν Ἀπόλλωνα πάρ τ' Ἀφρο[δίταν (a metaphor derived from the chariot of song) Pae. 2.4
    3
    a of playing a stringed instrument, run over φόρμιγγ' Ἀπόλλων ἐπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων ἁγεῖτο παντοίων νόμων (διώκειν δέ φησιν αὐτόν, τὸ τάχος ἐμφῆναι βουλόμενος τῆς πλήξεως. Σ) N. 5.24
    b run through a song Πελασγὸν ἵππον ἢ κύνα Ἀμυκλάιαν μιμέο καμπύλον μέλος διώκων (an allusion to the chariot of song, v. Pae. 2.4 supra, and καμπύλον δίφρον 1. 4. 29; here of the hyporchema) *fr. 107a. 3*.

    Lexicon to Pindar > διώκω

См. также в других словарях:

  • Παῖς τὴς τύχης. — παῖς τὴς τύχης. См. Счастливчик …   Большой толково-фразеологический словарь Михельсона (оригинальная орфография)

  • πάις — παῖς child masc/fem nom sg (epic) …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • παις — ο, η (ΑΜ παῑς, παιδός, Α και παῑς και πάϊς) 1. ανήλικος άνθρωπος, παιδί 2. γόνος, τέκνο, αγόρι ή κορίτσι («γενομένων δὲ παίδων ἀρρένων καὶ θηλειῶν», Πλάτ.) αρχ. 1. νεαρός, νεανίας («ὣς τε γὰρ ἦ παῑδες νεαροὶ χῆραί τε γυναῑκες», Ομ. Ιλ.) 2. δούλος …   Dictionary of Greek

  • παῖς — πᾶς papa masc nom/voc sg (doric aeolic) παῖς child masc/fem nom sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • Πάις, Ετόρε — (Pais, 1856 – 1939). Ιταλός ιστορικός της αρχαιότητας. Διετέλεσε διαδοχικά καθηγητής της αρχαίας ιστορίας στα πανεπιστήμια του Παλέρμο, της Πίζας και της Ρώμης. Οπαδός του υπερκριτικισμού, υποστήριξε ότι δεν ήταν αξιόπιστες οι ρωμαϊκές παραδόσεις …   Dictionary of Greek

  • Ὁ γέρων δὶς παῖς γίγνοιτ’ἄν. — ὁ γέρων δὶς παῖς γίγνοιτ’ἄν. См. Стар да мал дважды глуп …   Большой толково-фразеологический словарь Михельсона (оригинальная орфография)

  • παιδί — παῖς child masc/fem dat sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • παιδῶν — παῖς child masc/fem gen pl (doric) …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • παιδός — παῖς child masc/fem gen sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • παισί — παῖς child masc/fem dat pl …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • παισίν — παῖς child masc/fem dat pl …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»